τοῖς τῆς παμμούσου μελῳδίας τὴν ἁρμονίαν ἐπαγγελλομένοις εἰ κατὰ τὴν ἐπίδειξιν ἐμπόδων τῇ προθυμίᾳ γένηται ἡ τῶν ὀργάνων ἀναρμοστία, [καταγέλαστον τὸ ἐπιχείρημα· τῶν γὰρ ὀργάνων ἐξασθενούνταων πρὸς τὴν χρείαν, τὸν μουσουργὸν ἀνάγκη παρὰ τῶν θεωρῶν ἐπιτωθάζεσθαι.] [ὁ μὲν γὰρ ἀκάματον [εὐγνωμόνως ἀποδίδωσι τὴν τέχνην, τῶν δὲ τὸ ἀσθενὲς καταμέμφεται ⟨...⟩.] [[ὁ γάρ τοι κατὰ φύσιν μουσικὸς θεὸς καὶ τῶν ᾠδῶν ἁρμονίαν οὐ μόνον ἐργαζόμενος ἀλλὰ καὶ ἄχρι τῶν κατὰ μέρος ὀργάνων τῆς οἰκείας μελῳδίας τὸν ῥυθμὸν παραπέμπων ἀκάματός ἐστιν]] [ὁ θεός· οὐ γὰρ πρὸς θεοῦ τὸ κάμνειν.] [εἰ δέ ποτε θελήσαντι τῷ τεχνίτῃ ὡς[περ] μάλιστα ἑναγαωνίχεσθαι περὶ μουσικήν] [ἄρτι μὲν [καὶ] σαλπιγκτῶν τὴν [αὐτὴν] ἐπίδειξιν τῆς ἐπιστήμης ποιησαμένων, ἄρτι δὲ καὶ αὐλητῶν τοῖς μελικοῖς ὀργάνοις τὸ [τῆς μελῳδίας] λιγυρὸν ἐργασαμένων, ⟨τῶν δὲ⟩ καὶ καλάμῳ καὶ πλήκτρῳ [τῆς ᾠῆς] τὴν μολπὴν ἑπιτελούνταν, οὐ τῷ πνεύματι τοῦ μουσικοῦ τις ἀναπέμπεται τὴν αἰτίαν, [οὐ τῷ κρείττονί ⟨τις ἀναπέμπεται⟩ τὴν αἰτίαν, ἀλλὰ τῷ μὲν ἀποδίδωσι πρέπον τὸ σέβας,] τὴΝ δὲ τοῦ ὀργάνου καταμέμφεται σαθρότητα, ὅτι δὴ τοῖς μάλιστα καλοῖς ἔμποδὼν κατέστη, τῷ μὲν μουσουργῷ πρὸς τὴν μελῳδίαν ⎡ἐμποδίσασ⟨α⟩⎤, τῶν δὲ ἀκροατῶν τὴν λιγυρὰν ᾠδὴν συλήσασ⟨α⟩. οὑτωσὶ δὲ καὶ ἡμῶν τῆς περὶ τὸ σῶμα ἀσθενείας χάριν μή τις τῶν θεωρῶν καταμέμψηται ⟨τὴν τέχνην⟩· [εὐσεβῶς] [[τὸ ἡμέτερον γένος]], ἀλλὰ γινωσκέτω ὡς ἀκάματον μὲν [ἐστι] ⟨τὸ⟩ πνεῦμα ⟨...⟩ ὁ θεὸς ⟨εἰς⟩ ⟨⟨τὸ ἡμέτερον γένος⟩⟩. ⟨⟨ὁ γάρ τοι ⟨⟨θεός⟩⟩, κατὰ φύσιν μουσικὸς [[θεὸς]] ⟨ὑπάρχων⟩, καὶ [τῶν ᾠδῶν] ἁρμονίαν οὐ μόνον ⟨ἐν τῷ παντὶ⟩ ἐργαζόμενος, ἀλλὰ καὶ ἄχρι τῶν κατὰ μέρος [ὀργάνων] τῆς οἰκείας μελρδίας τὸν ῥυθμὸν παραπέμπων, ἀκάματός ἐστιν,⟩⟩ ἀεὶ [δὲ καὶ] ὡσαύτως ἔχων τῆς [οἰκείας] ἐπιστήμης, [διηνεκὴς δὲ ταῖς εὐδαιμονίαις,] εὐεργεσίαις δὲ ταῖς αὐταῖς διὰ παντὸς κεχρημένος. εἰ δὲ μάλιστα [τῷ Φειδίᾳ] τῷ δημιουργῷ οὐχ ὑπήκουσεν ἡ τῆς ὕλης χρεία πρὸς ἐντελῆ τὴν ποικιλίαν ⟨... τοιγαροῦν εἴ ποτε...,⟩ διήρκεσε δὲ αὐτὸς ὁ μουσουργὸς κατὰ δύναμιν, μὴ εἰς αὐτὸν τὴν αἰτίαν ἀναφέρωμεν, τῆς δὲ χορδῆς καταμεμφώμεθα τὴν ἀσθένειαν, ὅτι δὴ τὸν τόνον ὑποχαλάσασα [ὅτι δὴ τὸν τόνον ὑπαραιώσασα] τῆς εὐμουσίας τὸν ⎡ῥυθμὸν⎤ ἠφάνισεν. [ἀλλὰ δὴ] [τοῦ συμπτώματος περὶ τὸ ὄργανον γεγενημένου οὐδείς ποτε τὸν μουσουργὸν ᾐτιάσατο, ἀλλ᾽ ὅσῳπερ τὸ ὄργανον ἐκάκισε, τοσούτῳ τὸν μουσουργὸν ηὔξησεν ⎡ὁπότε τῆς κρούσεως πολλάκις πρὸς τὸν τόνον ἐμπεσούσης⎤· καὶ τὸν ἔρωτα οἱ ἀκροαταὶ πλείονα εἰς ἐκεῖνον [τὸν μουσουργὸν] ἀναφέρονται.] [καὶ ὅμως οὐκ ἔσχον [τὴν] κατ᾽ αὐτοῦ αἰτίασιν.] [οὕτω καὶ ἡμεῖς, ὦ τιμιώτατοι] [⎡ἔνδον πάλιν⎤ τῷ μουσουργῷ τὴν οἰκείαν ἐναρμόσασθαι λύραν.]