<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg017.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0275"/> εἰ δὲ νοεῖς, ἔστιν, ὦ βασιλεῦ, καὶ σωμάτων ⟨εἴδωλα⟩ ἀσώματα. —Ποῖα; ἔφη ὁ βασιλεύς.—Τὰ ἐν τοῖς ἐσόπτροις φαινόμενα [σώματα] οὐ δοκεῖ σοι ἀσώματα εἶναι;—Οὕτως ἔχει, ὦ Τάτ, [θείως νοεῖς,] ὁ βασιλεὺς εἶπεν.—Ἔστι δὲ καὶ ἀσώματα ἄλλα· οἷον αἱ ἰδέαι οὐ δοκ῀Υϲί σοι ἀσώματοι εἶναι, ὅ[υ]σαι ἐν σώμαϲι φαίνοΝΤαι οὐ μόνον τῶν ἐμψύχων, ἀλλὰ καὶ τῶν ἀψύχων;—Εὖ λέγεις, ὦ Τάτ.—⟨. . .,⟩ οὕτως ἀντανακλάσεις εἰσὶ τῶν ἀσωμάτων πρὸς τὰ σώματα, [καὶ τῶν σωμάτων πρὸς τὰ ἀσώματα, τουτέστι τοῦ αἰσθητοῦ πρὸς τὸν νοητὸν κόσμον,] καὶ τοῦ νοητοῦ ⟨κόσμου⟩ πρὸς τὸν αἰσθητόν. διὸ προσκύνει τὰ ἀγάλματα, ὦ βασιλεῦ, ὡς καὶ αὐτὰ ἰδέας ἔχοντα ἀπὸ τοῦ [αἰσθητοῦ] ⟨νοητοῦ⟩ κόσμου.</p><pb facs="ScottHermeticaVolOne_0277"/><p rend="indent">ὁ οὖν βασιλεὺς ἐξαναστὰς ἔφη· Ὥρα ἐστίν, ὦ προφῆτα, περὶ τὴν τῶν ξένων ἐπιμέλειαν γενέσθαι· τῇ δὲ ἐπιούσῃ περὶ τῶν ἑξῆς θεολογήσομεν. </p></div></div></body></text></TEI>