<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg016.1st1K-grc1"><div type="textpart" subtype="section" n="5"><p rend="merge">οὕτω γὰρ οὐρανὸν <pb facs="ScottHermeticaVolOne_0269"/> καὶ γῆν ⟨συν⟩ά⟨γ⟩ει ὁ δημιουργός, λέγω δὴ ὁ ἥλιος, τὴν μὲν οὐσίαν κατάγων, τὴν δὲ ὕλην ἀνάγων· καὶ περὶ αὑτὸν ⟨...⟩ καὶ εἰς αὑτὸν ⎡τὰ πάντα⎤ ἕλκων, καὶ ἀπὸ ἑαυτοῦ ⎡πάντα⎤ διδούς· πᾶσι Γὰρ τὸ φῶς ἄφθονον χαρίζεται. αὐτὸς γάρ ἐστιν, οὗ ἀγαθαὶ ἐνέργειαι οὐ μόνον ἐν οὐρανῷ [καὶ ἀέρι], ἀλλὰ καὶ ἐπὶ γῆς ⟨..., καὶ⟩ εἰς τὸν κατώτατον βυθὸν [καὶ ἄβυσσον] διήκουσιν. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="merge">⟨...⟩ ⟨⟨ἐστιν ὁ τούτου ὄγκος·⟩⟩ εἰ δέ τις ἔστι καὶ νοητὴ οὐσία, ⟨τ⟩αύτη⟨ς⟩ [[ἐστὶν ὁ τούτου ὄγκος]] [ἦς] ὑποδοχὴ ἂν εἴη τὸ τούτου φῶς. πόθεν δὲ αὕτη συνίσταται ἢ ἐπιρρεῖ, αὐτὸς μόνος οἶδεν ⟨ὁ θεός. ὁ δὲ ἥλιος,⟩ [ἢ] καὶ τῷ τόπῳ καὶ τῇ φύσει ἐγγὺς ὢν ⟨ἡμῶν, ὄψιν⟩ ἑαυτοῦ ⟨παρέχει. καὶ ὁ μὲν θεὸς ἀφανής,⟩ μὴ ὑφ᾽ ἡμῶν ὁρώμενος, στοχασμῷ δὲ βιαζομένων νοο᾽ΥΜ⟨ενος⟩· </p></div><div type="textpart" subtype="section" n="7"><p rend="merge">ἡ δὲ τούτου θέα οὐκ ἔστι στοχαάοντος, ἀλλ᾽ αὐτῇ ⟨τ⟩ῇ ὄψει ⟨ὁρᾶται⟩. λαμπρότατα ⟨γὰρ⟩ περιλάμπει πάντα τὸν κόσμον τὸν ὑπερκείμενον καὶ ὑποκείμενον· μέσος γὰρ ἵδρυται, στεφανηφορῶν τὸν κόσμον. ⟨⟨ἀφῆκεν οὖν φέρεσθαι ⟨αὐτὸν⟩ οὐ πόρρωθεν ἑαυτοῦ, ἀλλ᾽ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, σὺν ἑαυτῷ,⟩⟩ [καὶ] καθάπερ ἡνίοχος ἀγαθός, τὸ τοῦ κόσμου ἅρμα ἀσφαλισάμενος καὶ ἀναδήσας εἰς ἑαυτόν, μή πως ἀτάκτως φέροιτο· εἰσὶ δὲ αἱ ἡνίαι ⟨...⟩ [ζωὴ καὶ ψυχὴ καὶ πνεῦμα] [καὶ ἀθανασία καὶ γένεσις]. [[ἀφῆκεν οὖν φέρεσθαι οὐ πόρρωθεν ἑαυτοῦ, ἀλλ᾽ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, σὺν ἑαυτῷ.]] </p></div><div type="textpart" subtype="section" n="8"><p rend="merge">καὶ τοῦτον τὸν τρόπον δημιουργεῖ τὰ[ι α]πάντα, τοῖς μὲν ἀθανάτοις τὴν ἀίδιον διαμονὴν ἀπονέμων, καὶ τῇ ἀνωφερείᾳ [τῇ] τοῦ φωτὸς [ε]αὐτοῦ, ὅσον ἀναπέμπει ἐκ τοῦ θατέρου μέρους τοῦ πρὸς οὐρανὸν βλέποντος, τὰ ἀθάνατα μέρη τοῦ κόσμου τρέφων[τος], τῷ δὲ κατα[λαμ]βαλλομένῳ, καὶ περιλάμποντι τὸ πᾶν ὕδατος καὶ γῆς καὶ ἀέρος κύτος, ⟨⟨τὰ ἐν τούτοις τοῖς μέρεσι τοῦ κόσμου⟩⟩ ζωοποιῶν καὶ ἀνακινῶν ⟨εἰς⟩ γένεσιν, καὶ μεταβολαῖς [[τὰ ἐν <pb facs="ScottHermeticaVolOne_0271"/> τούτοις τοῖς μέρεσι τοῦ κόσμου]] ⟨τὰ⟩ ζῷα [ἕλικος τρόπον] μεταποιῶν καὶ μεταμορφῶν </p></div><div type="textpart" subtype="section" n="9"><p rend="merge">⎡εἰς ἄλληλα γένη γενῶν καὶ εἴδη εἰδῶν ἀντικαταλλασσομένης τῆς εἰς ἄλλήλα μεταβολῆς, καθάπερ καὶ ἐπὶ τῶν μεγάλων σωμάτων ποιεῖ δημιουργῶν.⎤ παντὸς γὰρ σώματος διαμονὴ μεταβολή, καὶ τοῦ μὲν ἀθανάτου ἀδιάλυτος, τοῦ δὲ θνητοῦ μετὰ διαλύσεως· καὶ αὕτη ἡ διαφορά ἐστι τοῦ ἀθανάτου πρὸς τὸ θνητὸν [καὶ ἡ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον]. </p></div></div></body></text></TEI>