μέγαν σοι ⟨τοῦτον⟩ τὸν λόγον, ὦ βασιλεῦ, διεπεμψάμην, πάντων τῶν ἄλλων ὥσπερ κορυφὴν καὶ ὑπόμνημα, οὐ κατὰ τὴν τῶν πολλῶν δόξαν συγκείμενον, ἔχοντα δὲ πολλὴν ἐκείνοις ἀντίλε[ι]ξιν. ⎡φανήσεται γάρ σοι καὶ τοῖς ἐμοῖς ἐνίοις λόγοις ἀντίφωνος.⎤ ⟨...⟩ Ἑρμῆς μὲν γὰρ ὁ διδdσκαλός μου πολλάκις μοι διαλεγόμενος καὶ ἰδίᾳ καὶ τοῦ Τὰτ ἐνίοτε παρόντος ἔλεγεν ὅτι δόξει τοῖς ⟨...⟩ ἐντυγχάνουσί μου τοῖς βιβλίοις ἁπλουστάτη εἶναι ἡ σύνταξις καὶ σαφής, ἐκ δὲ τῶν ἐναντίων ⟨ὁρμωμένοις διαβληθήσεται ὡς⟩ ἀσαφὴς οὖσα, καὶ κεκρυμμένον τὸν νοῦν τῶν λόγων ἔχουσα. καὶ ἔτι ἀσαφεστέpο ⟨φανήσεται⟩ τῶν Ἑλλήνων ὕστερον βουληθέντων τὴν ἡμετέραν διάλεκτον εἰς τὴν ἰδίαν μεθερμηνεῦσαι, ὅπερ ἔσται τῶν γεγραμμένων μεγίστη διαστροφή τε καὶ ἀσάφεια. ὁ δὲ λόγος τῇ πατρῴᾳ διαλέκτῳ ἑρμηνευόμενος ἔχει σαφῆ τὸν τῶν λόγων νοῦν· καὶ γὰρ αὐτὸ τὸ τῆς φωνῆς ποιὸν ⟨...⟩, καὶ ἡ τῶν Αἰγυπτίων ὀνομάτων ⎡δύναμις⎤ ἐν ἑαυτῇ ἔχει τὴν ἐνέργειαν τῶν λεγομένων. ὅσον οὖν δύνατόν ἐστί σοι, βασιλεῦ,—πάντα δὲ δύνασαι,—τὸν λόγον διατήρησον ἀνερμήνεντον, ἵνα μήτε εἰς Ἕ λληνας ἔλθῃ τοιαῦτα μυστήρια, μήτε ἡ τῶν Ἑλλήνων ⎡ὑπερήφανος⎤ φράσις καὶ ἐκλελυμένη καὶ ὥσπερ κεκαλλωπισμένη ἐξίτηλον ποιήσῃ τὸ σεμνὸν καὶ στιβαρὸν καὶ τὴν ἐνεργητικὴν τῶν ὀνομάτων φράσιν. Ἕλληνες γάρ, ὦ βασιλεῦ, λόγους ἔχουσι κενοὺς ἀποδείξεων [ἐνεργητικούς]· καὶ αὕτη ἐστὶν ⟨ἡ⟩ Ἑλλήνων φιλοσοφία, λόγων ψόφος. ἡμεῖς δὲ οὐ λόγοις χρώμεθα, ἀλλὰ φωναῖς με[γι]σταῖς [τῶν] ἔργων. ἄρξομαι δὲ τοῦ λόγου ἔνθεν, τὸν θεὸν ἐπικαλεσάμενος τὸν τῶν ὅλων δεσπότην καὶ ποιητὴν καὶ πατέρα καὶ περίβολον, [καὶ πάντα ὄντα] τὸν [ἕνα] καὶ ἕνα ὄντα ⟨καὶ⟩ τὰ πάντα, [[τῶν πάντων γὰρ τὸ πλήρωμα ἕν ἐστι]] [καὶ ἐν ἑνί] οὐ ⎡δευτεροῦντος⎤ τοῦ ἑνός, ἀλλ᾽ ἀμφοτέρων ἑνὸς ὄντος· ⟨⟨τῶν πάντων γὰρ τὸ πλήρωμα ἕν ἐστι.⟩⟩ καὶ τοῦτόν μοι τὸν νοῦν διατήρησον, ὦ βασιλεῦ, παρ᾽ ὅλην τὴν τοῦ λόγου πραγματείαν. ἐὰν γάρ τις ἐπιχειρήσῃ τά πάντα [καὶ ἓν ⎡δοκοῦντι⎤ καὶ ταὐτὸν εἶναι] τοῦ ἑνὸς χωρίσαι, ἐκδεξάμενος τὴν τῶν πάντων προσηγορίαν ἐπὶ πλήθους, οὐκ ἐπὶ πληρώματος, [[ὅπερ ἐστὶν ἀδύνατον,]] τὸ πᾶν τοῦ ἑνὸς λύσας ἀπολέσει τὸ πᾶν· ⟨⟨ὅπερ ἐστὶν ἀδύνατον.⟩⟩ πάντα γὰρ ἓν εἶναι δεῖ, εἴ γε [ἓν] ἔστιν,—ἔστι δέ, καὶ οὐδέποτε παύεται [ἓν] ὄντα,—ἵνα μὴ τὸ πλήρωμα λυθῇ. ἴδοις ἂν ἐν τῇ γῇ πολλὰς πηγὰς ὑδάτων καὶ ἀέρος ἀναβρυούσας ἐν τοῖς μεσαιτάτοις μέρεσι, καὶ ἐν τῷ αὐτῷ τὰς τρεῖς φύσεις ὁρωμένας ἀέρος καὶ ὕδατος καὶ γῆς, ἐκ μιᾶς ῥίζης ἠρτημένας. ὅθεν καὶ ⟨ἡ γή⟩ πάσης ὕλης πεπίστευται εἶναι ταμιεῖον· καὶ ἀναδίδωσι μὲν αὐτῆς τὴν χορηγίαν, ἀνταπολαμβάνει δὲ τὴν ἄνωθεν ὕπαρξιν.