<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg016.1st1K-grc1"><div type="textpart" subtype="section" n="19"><p rend="merge">αὕτη ἡ θεῶν καὶ δαιμόνων στρατιά. ⟨πάν⟩τα δὲ ὁ θεὸς ποιεῖ διὰ τούτων ἑαυτῷ, καὶ μόρια τοῦ θεοῦ πάντα ἐστίν· εἰ δὲ πάντα μόρια, πάντα ἄρα ὁ θεός. πάντα οὖν ποιῶν ἑαυτὸν ποιεῖ· καὶ οὐκ ἄν ποτε παύσαιτο ⟨ποιῶν⟩, ἐπεὶ καὶ αὐτὸς ἄπαυστος. [καὶ ὥσπερ ὁ θεὸς οὐ τέλος ἔχει, οὕτως οὐδὲ ἡ ποίησις αὐτοῦ [ἀρχὴν ἢ] τέλος ἔχει]. </p></div></div></body></text></TEI>