<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg016.1st1K-grc1"><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἤρτηται οὖν ὁ νοητὸς κόσμος τοῦ θεοῦ [ὁ δὲ αἰσθητὸς τοῦ νοητοῦ]· ὁ δὲ ἥλιος διὰ τοῦ νοητοῦ [καὶ αἰσθητοῦ] κόσμου τὴν ἐπιρροὴν ἀπὸ τοῦ θεοῦ χορηγεῖται τοῦ ἀγαθοῦ, τουτέστι τῆς <pb facs="ScottHermeticaVolOne_0275"/> δημιουργίας. περὶ δὲ τὸν ἥλιον αἱ ὀκτώ εἰσι σφαῖραι, τούτου ἠρτημέναι, ἥ τε τῶν ἀπλανῶν καὶ ⟨αἱ⟩ ἓξ τῶν πλανωμένων καὶ ἡ μία περίγειος. τούτων δὲ τῶν σφαιρῶν ἤρτηνται οἱ δαίμονες, τῶν δὲ δαιμόνων οἱ ἄνθρωποι· καὶ οὕτω πάντα τε καὶ πάντες ἀπὸ τοῦ θεοῦ εἰσιν ἠρτημένοι. </p></div></div></body></text></TEI>