<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg016.1st1K-grc1"><div type="textpart" subtype="section" n="14"><p rend="merge">οὗτοι, πάντωΝ τῶν ἐπὶ γῆς πραγμάτων τὴν ἐξουσίαν κεκληρωμένοι, ⟨.... αἴτιοι δέ⟩ εἰσι καὶ τῶν ἐπὶ γῆς θορύβων, καὶ ποικίλην ταραχὴν ἐργάζονται καὶ κοινῇ ταῖς πόλεσι καὶ τοῖς ἔθνεσι καὶ ἰδίᾳ ἑκάστῳ. ἀναπλάττονται γὰρ καὶ ἀνθέλκουσι τὰς ψυχὰς ἡμῶν εἰς ἑαυτούς, ἐγκαθήμενοι ἡμῶν νεύροις καὶ μυελοῖς καὶ φλεψὶ καὶ ἀρτηρίαις [καὶ αὐτῷ τῷ ἐγκεφάλῳ], διήκοντες μέχρι καὶ αὐτῶν τῶν σπλάγχνων. </p></div><div type="textpart" subtype="section" n="15"><p rend="merge">γενόμενον γὰρ ἡμῶν ἕκαστον καὶ ψυχωθέντα παραλαμβάνουσι δαίμονες οἱ κατ᾽ ἐκείνην τὴν ⟨σ⟩τι⟨γ⟩μὴν τῆς γενέσεως ὑπηρέται, οἳ ⟨ὑπ⟩-ετάγησαν ἑκάστῳ τῶν ἀστέρων· οὗτοι γὰρ κατὰ στιγμὴν ἐναλλάσσονται, οὐχ οἱ αὐτοὶ ἐπιμένοντες, ἀλλ᾽ ἀνακυκλούμενοι. οὗτοι οὖν εἰς τὰ δύο ⟨ἄλογα⟩ μέρη τῆς ψυχῆς δύντες διὰ τοῦ σώματος στροβοῦσιν αὐτὴν ἕκαστος πρὸς τὴν ἰδίαν ἐνέργειαν. τὸ δὲ λογικὸν μέρος τῆς ψυχῆς ἀδέσποτον τῶν δαιμόνων ἕστηκεν, ἐπιτήδειον εἰς ὑποδοχὴν τοῦ θεοῦ. </p></div><div type="textpart" subtype="section" n="16"><p rend="merge">⟨ὅ⟩τῳ οὖν ἐν τῷ λογικῷ ἀκτὶς ἐπιλάμπει [διὰ τοῦ ἡλίου] ⟨ἀπὸ τοῦ θεοῦ⟩, [[οὗτοι δὲ πάντες ὀλίγοι εἰσί,]] τούτῳ[ν] καταργοῦνται οἱ δαίμονες· οὐδείς γὰρ οὐδὲν δύναται οὔτε δαιμόνων οὔτε θεῶν πρὸς μίαν ἀκτῖνα τοῦ θεοῦ. ⟨⟨οὗτοι δὲ πάντως ὀλίγοι εἰσί⟨ν⟩·⟩⟩ οἱ δὲ ἄλλοι πάντες ἄγονται καὶ φέρονται καὶ τὰς ψυχὰς καὶ τὰ σώματα ὑπὸ τῶν δαιμόνων, ἀγαπῶντες καὶ στέργοντες τὰς ἐκείνων ἐνεργείας· καὶ ὁ λόγοΝ οὐκ ⟨ἔχων⟩ ἔρως ⟨...⟩ ἐστίν, ὁ πλανώμενος καὶ πλανῶν. τὴν οὖν ἐπίγειον ⎡διοίκησιν⎤ ταύτην πᾶσαν διοικοῦσι δι᾽ ὀργάνων τῶν ἡμετέρων σωμάτων. ταύτην δὲ τὴν διοίκησιν Ἑρμῆς εἱμαρμένην ἐκάλεσεν. </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἤρτηται οὖν ὁ νοητὸς κόσμος τοῦ θεοῦ [ὁ δὲ αἰσθητὸς τοῦ νοητοῦ]· ὁ δὲ ἥλιος διὰ τοῦ νοητοῦ [καὶ αἰσθητοῦ] κόσμου τὴν ἐπιρροὴν ἀπὸ τοῦ θεοῦ χορηγεῖται τοῦ ἀγαθοῦ, τουτέστι τῆς <pb facs="ScottHermeticaVolOne_0275"/> δημιουργίας. περὶ δὲ τὸν ἥλιον αἱ ὀκτώ εἰσι σφαῖραι, τούτου ἠρτημέναι, ἥ τε τῶν ἀπλανῶν καὶ ⟨αἱ⟩ ἓξ τῶν πλανωμένων καὶ ἡ μία περίγειος. τούτων δὲ τῶν σφαιρῶν ἤρτηνται οἱ δαίμονες, τῶν δὲ δαιμόνων οἱ ἄνθρωποι· καὶ οὕτω πάντα τε καὶ πάντες ἀπὸ τοῦ θεοῦ εἰσιν ἠρτημένοι. </p></div><div type="textpart" subtype="section" n="18"><p rend="merge">διὸ πατὴρ μὲν πάντων ὁ θεός, δημιουργὸς δὲ ὁ ἥλιος· ὁ δὲ κόσμος ὄργανον τῆς δημιουργίας. καὶ ⎡οὐρανὸν μὲν ἡ νοητὴ οὐσία διοικεῖ, οὐρανὸς⎤ δὲ θεούς, δαίμονες δὲ θεοῖς ὑποτεταγμένοι ἀνθρώπους διοικοῦσιν. </p></div></div></body></text></TEI>