<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg016.1st1K-grc1"><div type="textpart" subtype="section" n="10a"><p rend="merge">ὥσπερ δὲ τὸ φῶς αὐτοῦ πυκνόν, οὕτω καὶ ἡ ζωογονία αὐτοῦ πυκνή τις καὶ ἀδιάλειπτος ⎡τῷ τόπῳ καὶ τῇ χορηγίᾳ⎤. </p></div><div type="textpart" subtype="section" n="10b"><p rend="indent">καὶ γὰρ δαιμόνων χοροὶ περὶ αὐτὸν πολλοὶ καὶ ποικίλαις στρατ[ε]ιαῖς ἐοικότες, οἳ ⎡σύνοικοι καὶ τῶν ἀθανάτων οὐκ εἰσὶ πόρρω ἐνθένδε.⎤ ⟨οὗτοι,⟩ λαχόντες τὴν ⟨μεταξὺ⟩ [τούτων] χώραν, τὰ τῶν ἀνθρώπων ἐφορῶσι, τὰ δὲ ὑπὸ τῶν θεῶν ἐπιταττόμενα ἐνεργοῦσι, θυέλλαις καὶ καταιγίσι καὶ πρηστῆρσι καὶ μεταβολαῖς ἀέρος καὶ σεισμοῖς ἔτι δὲ λιμοῖς καὶ πολέμοις ἀμυνόμενοι τὴν ⟨⟨εἰς θεοὺς⟩⟩ ἀσέβειαν. </p></div><div type="textpart" subtype="section" n="11"><p rend="merge">αὕτη γὰρ ἀνθρὼποις [[εἰς θεούς]] ἡ μεγίστη κακία. [θεῶν μὲν γὰρ τὸ εὖ ποιεῖν, [ἀνθρώπων δὲ τὸ εὐσεβεῖν,] δαιμόνων δὲ τὸ ⟨τοῖς θεοῖς⟩ ἐπαμύνειν.] τὰ γὰρ ἄλλα τὰ ὑπ᾽ ἀνθρώπων τολμώμενα ἢ πλάνῃ [ἢ] τολμᾶ⟨ται⟩ ἢ ἀνάγκὴ [ἣν καλοῦσιν εἱμαρμένην] ἢ ἀγνοίᾳ· ⟨καὶ⟩ ταῦτα πάντα παρὰ θεοῖς ἀνεύθυνα, μόνη δὲ ἡ ἀσέβεια δίκῃ ὑποπέπτωκε. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">σωτὴρ δῊ καὶ τροφεύς ἐστι παντὸς γένους ὁ ἥλιος· καὶ ὥσπερ ὁ νοητὸς κόσμος, τὸν αἰσθητ[ικ]ὸν κόσμον περιέχων, πληροῖ[αυ]τὸν ὄγκον [ταῖς] ποικίλαις καὶ παντομόρφοις ἰδέαις, οὕτω καὶ ὁ ἥλιος πάντα ⟨τὰ⟩ ἐν τῷ κόσμῳ [περιέχων] ⟨...⟩ ὀγκοῖ ⎡πάντων τὰς γενέσεις⎤ καὶ ἰσχυροποιεῖ, καμόντων δὲ καὶ ῥευσάντων ⟨...⟩ ὑποδέχεται. </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">ὑπὸ τούτῳ δὲ ἐτάγη ὁ τῶν δαιμόνων χορός, μᾶλλον δὲ χοροί· πολλοὶ γὰρ οὗτοι καὶ ποικίλοι, ὑπὸ τ῀ιΗ τῶν ἀστέρων [[πλινθίδας]] ⟨ἡγεμονίᾳ⟩ τεταγμένοι, ἑκάστῳ τούτων ἰσάριθμοι. διατεταγμένοι οὖν ⟨κατὰ⟩ ⟨⟨πλινθίδας⟩⟩ ὑπηρετοῦσιν ἑκάστῳ τῶν ἀστέρων, ἀγαθοὶ καὶ κακοὶ ὄντες τὰς φύσεις, τουτέστι <pb facs="ScottHermeticaVolOne_0273"/> τὰς ἐνεργείας· δαίμονος γὰρ οὐσία ἐνέργεια. [εἰσὶ δέ τινες αὐτῶν κεκραμένοι ἐξ ἀγαθοῦ καὶ κακοῦ.] </p></div></div></body></text></TEI>