ὥσπερ δὲ τὸ φῶς αὐτοῦ πυκνόν, οὕτω καὶ ἡ ζωογονία αὐτοῦ πυκνή τις καὶ ἀδιάλειπτος ⎡τῷ τόπῳ καὶ τῇ χορηγίᾳ⎤. καὶ γὰρ δαιμόνων χοροὶ περὶ αὐτὸν πολλοὶ καὶ ποικίλαις στρατ[ε]ιαῖς ἐοικότες, οἳ ⎡σύνοικοι καὶ τῶν ἀθανάτων οὐκ εἰσὶ πόρρω ἐνθένδε.⎤ ⟨οὗτοι,⟩ λαχόντες τὴν ⟨μεταξὺ⟩ [τούτων] χώραν, τὰ τῶν ἀνθρώπων ἐφορῶσι, τὰ δὲ ὑπὸ τῶν θεῶν ἐπιταττόμενα ἐνεργοῦσι, θυέλλαις καὶ καταιγίσι καὶ πρηστῆρσι καὶ μεταβολαῖς ἀέρος καὶ σεισμοῖς ἔτι δὲ λιμοῖς καὶ πολέμοις ἀμυνόμενοι τὴν ⟨⟨εἰς θεοὺς⟩⟩ ἀσέβειαν. αὕτη γὰρ ἀνθρὼποις [[εἰς θεούς]] ἡ μεγίστη κακία. [θεῶν μὲν γὰρ τὸ εὖ ποιεῖν, [ἀνθρώπων δὲ τὸ εὐσεβεῖν,] δαιμόνων δὲ τὸ ⟨τοῖς θεοῖς⟩ ἐπαμύνειν.] τὰ γὰρ ἄλλα τὰ ὑπ᾽ ἀνθρώπων τολμώμενα ἢ πλάνῃ [ἢ] τολμᾶ⟨ται⟩ ἢ ἀνάγκὴ [ἣν καλοῦσιν εἱμαρμένην] ἢ ἀγνοίᾳ· ⟨καὶ⟩ ταῦτα πάντα παρὰ θεοῖς ἀνεύθυνα, μόνη δὲ ἡ ἀσέβεια δίκῃ ὑποπέπτωκε. σωτὴρ δῊ καὶ τροφεύς ἐστι παντὸς γένους ὁ ἥλιος· καὶ ὥσπερ ὁ νοητὸς κόσμος, τὸν αἰσθητ[ικ]ὸν κόσμον περιέχων, πληροῖ[αυ]τὸν ὄγκον [ταῖς] ποικίλαις καὶ παντομόρφοις ἰδέαις, οὕτω καὶ ὁ ἥλιος πάντα ⟨τὰ⟩ ἐν τῷ κόσμῳ [περιέχων] ⟨...⟩ ὀγκοῖ ⎡πάντων τὰς γενέσεις⎤ καὶ ἰσχυροποιεῖ, καμόντων δὲ καὶ ῥευσάντων ⟨...⟩ ὑποδέχεται. ὑπὸ τούτῳ δὲ ἐτάγη ὁ τῶν δαιμόνων χορός, μᾶλλον δὲ χοροί· πολλοὶ γὰρ οὗτοι καὶ ποικίλοι, ὑπὸ τ῀ιΗ τῶν ἀστέρων [[πλινθίδας]] ⟨ἡγεμονίᾳ⟩ τεταγμένοι, ἑκάστῳ τούτων ἰσάριθμοι. διατεταγμένοι οὖν ⟨κατὰ⟩ ⟨⟨πλινθίδας⟩⟩ ὑπηρετοῦσιν ἑκάστῳ τῶν ἀστέρων, ἀγαθοὶ καὶ κακοὶ ὄντες τὰς φύσεις, τουτέστι τὰς ἐνεργείας· δαίμονος γὰρ οὐσία ἐνέργεια. [εἰσὶ δέ τινες αὐτῶν κεκραμένοι ἐξ ἀγαθοῦ καὶ κακοῦ.]