εἰ γὰρ ὁ ποιῶν ἄλλο οὐδέν ἐστιν ἢ τὸ ποιοῦν μόνον, ἁπλοῦν, ἀσύνθετον, ποιεῖν ἀνάγκη ⎡τοῦτο αὐτὸ ἑαυτῷ ᾧ γένεσίς ἐστι τὸ ποιοῦν τοῦ ποιοῦντος⎤. καὶ πᾶν τὸ γινόμενον ἀδύνατον ὑφ᾽ ἑαυτοῦ γινόμενον εἶναι, γινόμενον δέ, ὑφ᾽ ἑτέρου ἀνάγκη γίνεσθαι· τοῦ δὲ ποιοῦντος ἄνευ τὸ γεννητὸν οὔτε γίνεται οὔτε ἔστι. τὸ γὰρ ἕτερον τοῦ ἑτέρου ἄνευ ἀπώλεσε τὴν ἰδίαν φύσιν [στερήσει τοῦ ἑτέρου]. εἰ τοίνυν δύο ὡμολόγηται τὰ ὄντα, τὸ γινόμενον καὶ τὸ ποιοῦν, ἕν ἐστι τῇ ἑνώσει, τὸ μὲν προηγούμενον, τὸ δὲ ἑπόμενον, προηγούμενον μὲν ὁ ποιῶν θεός, ἑπόμενον δὲ τὸ γινόμενον, ὁποῖον ἂν ᾖ. καὶ μὴ διὰ τὴν ποικιλίαν τῶν γινομένων φυλάξῃ, φοβούμενος μὴ ταπεινότητα καὶ ἀδοξίαν τῷ θεῷ περιάψῃς. μία γάρ ἐστιν αὐτῷ δόξα, τὸ ποιεῖν τὰ πάντα, καὶ τοῦτο ἔστι τοῦ θεοῦ ὥσπερ ο᾽Υϲία, ἡ ποίησις· αὐτῷ δὲ τῷ ποιοῦντι ο᾽Υδὲν κακὸν οὐδ᾽ αἰσχρὸν νομιϲτέον. ταῦτα γάρ ἐστι τὰ πάθη [τὰ] τῇ γενέσει παρεπόμενα, ὥσπερ ὁ ἰὸς τῷ χαλκῷ, καὶ ὁ ῥύπος τῷ σώματι· ἀλλ᾽ οὔτε τὸν ἰὸν ὁ χαλκουργὸς ἐποίησεν, οὔτε τὸν ῥύπον ὁ ⟨τὸ σῶμα⟩ γεννήσα[ντε]ς [[γεγέννηκεν]]. οὐΔὲ τὴν κακίαν ⟨⟨γεγέννηκεν⟩⟩ ὁ θεός, ἡ δὲ τῆς γενέσεως διαμονὴ καθάπερ ἐξανθεῖν ποιεῖ. καὶ διὰ τοῦτο ἐποίησε τὴν μεταβολὴν ὁ θεός, ὥσπερ ἀνακάθαρσιν τῆς γενέσεως. εἶτα τῷ μὲν αὐτῷ ζωγράφῳ ἔξεστι καὶ οὐρανὸν ποιῆσαι καὶ γῆν καὶ θάλασσαν, καὶ θεοὺς καὶ ἀνθρώπους καὶ τὰ ἄλογα πάντα καὶ τὰ ἄψυχα, τῷ δὲ θεῷ οὐ δυνατὸν πάντα ποιεῖν; ὢ τῆς πολλῆς ἀνοίας καὶ ἀγνωσίας τῆς περὶ τὸν θεόν. τὸ γὰρ πάντων καινότατον πάσχουσιν οἱ τοιοῦτοι· τὸν γὰρ θεὸν φάσκοντες εὐλογεῖν τῷ μὴ τὴν τῶν πάντων ποίησιν αὐτῷ ἀνατιθέναι, οὔτε τὸν θεὸν ἴσασι, πρὸς δὲ τῷ μὴ εἰδέναι, καὶ τὰ μέγιστα εἰς αὐτὸν ἀσεβοῦσι, πάθος αὐτῷ περιτιθέντες, ὑπεροψίαν ἢ ἀδυναμίαν. εἰ γὰρ μὴ πάντα ποιεῖ, ἢ ὑπερηφανῶν οὐ ποιεῖ, ἢ μὴ δυνάμενος· ὅπερ ἐστὶν ἀσεβές. ὁ γὰρ θεὸς ἓν μόνον ἔχει πάθος, τὸ ἀγαθόν· ὁ δὲ ἀγαθὸς οὔτε ὑπερήφανος οὔτε ἀδύνατος. [[τοῦτο γάρ ἐστιν ὁ θεός, τὸ ἀγαθόν· ᾧ πᾶσα δύναμις τοῦ ποιεῖν πάντα.]] πᾶν δῊ τὸ γεννητὸν ὑπὸ τοῦ θεοῦ γέγονεν, ὅπερ ἐστίν, ὑπὸ τοῦ ἀγαθοῦ καὶ [τοῦ] πάντα δυναμένου ποιεῖν. ⟨⟨τοῦτο γάρ ἐστιν ὁ θεός, τὸ ἀγαθόν· ⟨τῷ δὲ ἀγαθ⟩ῷ πᾶσα δύναμις τοῦ ποιεῖν πάντα.⟩⟩ εἰ δὲ πῶς μὲν αὐτὸς ποιεῖ, πῶς δὲ τὰ γινόμενα γίνεται βούλει μαθεῖν, ἔξεστί σοι ἰδεῖν εἰκόνα καλλίστην καὶ ὁμοιοτάτην. ἴδε γεωργὸν σπέρμα καταβάλλοντα εἰς γῆν, ὅπου μὲν πυρόν, ὅπου δὲ κριθήν, ὅπου δὲ ἄλλο τι τῶν σπερμάτων· ἴδε τὸν αὐτὸν ἄμπελον φυτεύοντα καὶ μηλέαν καὶ τὰ ἄλλα τῶν δένδρων. οὕτω καὶ ὁ θεὸς ἐν μὲν οὐρανῷ ἀθανασίαν σπείρει, ἐν δὲ γῇ μεταβολήν, ἐν δὲ τῷ παντὶ ζωὴν καὶ κίνησιν. [ταῦτα δὲ οὐ πολλά ἐστιν, ἀλλ᾽ ὀλίγα καὶ εὐαρίθμητα· τὰ γὰρ πάντα τέσσαρα.] ⟨δύο γάρ⟩ ἐστιν, αὐτὸς ὁ θεὸς καὶ ἡ γένεσις, ἐν οἷς τὰ ὄντα ἐστίν.