Ἐπεὶ ὁ υἱός μου Τὰτ ἀπόντος σου τὴν τῶν ὄντων ἠθέλησε φύσιν μαθεῖν, ὑπερθέσθαι δέ μοι οὐκ ἐπέτρεπεν, ὡς [υἱὸς] [[καὶ]] νεωτέρῳ ⟨⟨καὶ⟩⟩ ἄρτι παρελθόν⟨τι⟩ ἐπὶ τὴν γνῶσιν [τῶν] περὶ ἑνὸς ἑκάστου ἠναγκάσθην πλείονα εἰπεῖν, ὅπως εὐπαρακολούθητος αὐτῷ γένηται ἡ θεωρία. σοὶ δὲ ἐγὼ τῶν λεχθέντων τὰ κυριώτατα κεφάλαια ἐκλεξάμενος δι᾽ ὀλίγων ἠθέλησα ἐπιστεῖλαι [μυστικώτερον αὐτὰ ἑρμηνεύσας], ὡς ἂν τηλικούτῳ καὶ ἐπιστήμονι τῆς φύσεως. εἰ τὰ φαινόμενα πάντα γέγονε καὶ γίνεται, [τὰ δὲ γεννητὰ οὐχ ὑφ᾽ ἑαυτοῦ ἀλλ᾽ ὑφ᾽ ἑτέρου γίνεται,]—πολλὰ δὲ [γεννητά, μᾶλλον δὲ πάντα] τὰ φαινόμενα, καὶ πάντα [τὰ] διάφορα καὶ οὐχ ὅμοια,—γίνεται δὲ ὑφ᾽ ἑτέρου τὰ γινόμενα, ἔστι τις ὁ ταῦτα ποιῶν· καὶ οὗτος ἀγέννητος, ἵν᾽ ᾖ πρεσβύτερος τῶν γεννητῶν. τὰ γὰρ γεννητά φημι ὑφ᾽ ἑτέρου γίνεσθαι· τῶν δὲ γεννητῶν ὄντων ἀδύνατόν τι πρεσβύτερον πάντων εἶναι ἢ μόνον τὸ ἀγέννητον. οὗτος δὲ ⟨⟨εἷς, καὶ⟩⟩ ⟨πάντων⟩ κρείττων, καὶ [[εἷς καὶ]] μόνος ὄντως σοφὸς τὰ πάντα, ὡς μὴ ἔχων μηδὲν πρεσβύτερον· ἄρχει γὰρ καὶ το῀Υ πλήθοΥϲ ⟨⟨τῶν γινομένωνἢ⟩⟩ [καὶ] τῷ μεγέθει, καὶ τῆ⟨ς⟩ διαφορᾶ⟨ς⟩ [[τῶν γενομέναων]] [καὶ] τῇ συνεχείᾳ τῆς ποιήσεως. ἐπεὶ [τα] δὲ τὰ γεννητὰ ὁρώμενά ἐστι, κἀκεῖνος δῊ [α] ὁρατός· διὰ τοῦτο γὰρ ποιεῖ, ἵνα [α] ὁρατὸς ᾖ. ἀεὶ οὖν ποιῶΝ, ἀ⟨εὶ⟩ ὁρατός [τοιγαροῦν] ἐστιν. οὕτως ἄξιόν ἐστι νοῆσαι, καὶ νοήσαντα θαυμάσαι, καὶ θαυμάσαντα ἑαυτὸν μακαρίσαι ⟨ὡς⟩ τὸν πατέρα γνωρίσαντα· τί γὰρ γλυκύτερον πατρὸς γνησίου; τίς οὖν ἐστιν οὗτος, καὶ πῶς αὐτὸν γνωρίσωμεν; ἦ ⟨γὰρ⟩ τούτῳ τὴν τοῦ θεοῦ προσηγορίαν μόνοΝ δίκαιον ἀνακεῖσθαι, ἢ τὴν τοῦ ποιητοῦ, ἢ τὴν τοῦ πατρός; ἢ καὶ τὰς τρεῖς, θεὸν μὲν διὰ τὴν δύναμιν, ποιητὴν δὲ διὰ τὴν ἐνέργειαν, πατέρα δὲ διὰ τὸ ἀγαθόν. δυνάμει γάρ ἐστι διάφορος τῶν γινομένων, ἐνεργεῖ[α] δὲ ἐν τῷ πάντα γινέσθαι, ⟨ἀγαθὸς δέ ἐστι...⟩. διὸ τῆς πολυλογίας τε καὶ ματαιολογίας ἀπαλλαγέντας χρὴ νοεῖν δύο ταῦτα, τὸ γινόμενον καὶ τὸν ποιοῦντα· μέσον γὰρ τούτων οὐδέν, οὐδὲ τρίτον τι. πάντα οὖν νοῶν, καὶ πάντα ἀκούων, τῶν δύο τούτων μέμνησο, καὶ ταῦτα εἶναι νόμιζε τὰ πάντα, μηδὲν ἐν ἀπορίᾳ ⟨⟨ἢ ἐν μυχῷ⟩⟩ τιθέμενος, μὴ τῶν ἄνω, μὴ τῶν κάτω, μὴ τῶν θείων, μὴ τῶν μεταβλητῶν [[ἢ [τῶν] ἐν μυχῷ]]· δύο γάρ ἐστι τὰ πάντα, τὸ γινόμενον καὶ τὸ ποιοῦν. καὶ διαστῆναι τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου οὐ δύναται· οὔτε γὰρ τὸν ποιοῦντα χωρὶς τοῦ γινομένου δυνατὸν εἶναι, ⟨οὔτε τὸ γινόμενον χωρὶς τοῦ ποιοῦντος.⟩ ἑκάτεροΝ γὰρ αὐτῶν αὐτὸ τοῦτό ἐστι· διὸ οὐκ ἔστι τὸ ἕτερον τοῦ ἑτέρου χωρισθῆναι, [ἀλλ᾽] ⟨ὥσπερ οὐδὲ⟩ αὐτὸ ἑαυτοῦ.