<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="8c"><p rend="indent">ἦλθεν ἡμῖν [γνῶσις] χαρά[ς]· παραγενομένης ταύτης, ὦ τέκνον, ἡ λύπη φεύξεται εἰς τοὺς χωροῦντας αὐτήν. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">⟨τρίτην⟩ δύναμιν καλῶ ἐπὶ χαρᾷ τὴν ἐγκράτειαν. ὦ δύναμις ἡδίστη· προσλάβωμεν αὐτήν, ὦ τέκνον, ἀσμενέστατα. πῶς ἅμα τῷ παραγενέσθαι ἀπώσατο τὴν ἀκρασίαν. </p><p rend="indent">τετάρτην δὲ νῦν καλῶ καρτερίαν, τὴν κατὰ τῆς ἐπιθυμίας δύναμιν.⟨...⟩</p><p rend="indent">ὁ βαθμὸς οὗτος, ὦ τέκνον, δικαιοσύνης ἐστὶν ἕδρασμα. [[ χωρὶς γὰρ κτίσεως]] ἰδὲ πῶς τὴν ἀδικίαν ἐξήλασεν· ⟨⟨χωρὶς γὰρ κρίσεως⟩⟩ ἐδικαιώθημεν, ὦ τέκνον, ἀδικίας ἀπούσης. </p><p rend="indent">ἕκτην δύναμιν καλῶ εἰς ἡμᾶς τὴν κατὰ τῆς πλεονεξίας, ⟨τὴν⟩ κοινωνίαν. ἀποστάσης δὲ ⟨τῆς πλεονεξίας . . . </p><p rend="indent">ἑβδόμην⟩ ἐπικαλῶ τὴν ἀλήθειαν. φεῦγε[ι] ἀπάτη· ἀλήθεια παραγίνεται. </p><p rend="indent">ἰδὲ πῶς τὸ ἀγαθὸν πεπλήρωται, ὦ τέκνον, παραγενομένης τῆς ἀληθείας. φθόνος γὰρ ἀφ᾽ ἡμῶν ἀπέστη ⟨καὶ αἱ λοιπαὶ τιμωρίαι⟩.</p><pb facs="ScottHermeticaVolOne_0249"/><p rend="indent">τῇ δὲ ἀληθείᾳ καὶ τὸ ἀγαθὸν ἐπεγένετο ἅμα ζωῇ καὶ φωτί. καὶ οὐκέτι ἐπῆλθεν οὐδεμία τοῦ σκότους τιμωρία, ἀλλ᾽ ἐξέπτησαν [νικηθεῖσαι] ῥοίζῳ. </p></div><div type="textpart" subtype="section" n="10"><p>[[ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον]] </p><p rend="align (center)">[τῆς δεκάδος παραγινομένης]</p><p rend="align (center)">⟨οὕτω δή⟩, ὦ τέκνον, συνετέθη ⟨ἡ⟩ νοερὰ [γένεσις] ⟨οὐσία⟩,</p><p rend="align (center)">[καὶ τὴν δωδεκάτην ἐξελαύνει,]</p><p rend="align(left)"> καὶ ἐθεώ[ρη]θημεν τῇ ⟨ταύτης⟩ γενέσει. ὅστις οὖν ἔτυχε κατὰ τὸ ἔλεος τῆς κατὰ θεὸν γενέσεως, τὴν σωματικὴν αἴσθησιν καταλιπὼν ἑαυτὸν γνωρίζει ἐκ [τούτων] ⟨δυνάμεων⟩ συνιστάμενοΝ, καὶ ⟨γνωρίσας⟩ εύφραίνεται.— </p></div><div type="textpart" subtype="section" n="11a"><p rend="indent">⟨Οὐσί⟩α καινὴ[ς] γενόμενος ὑπὸ τοῦ θεοῦ, ὦ πάτερ, φαντάζομαι οὐχ ὁράσει ὀφθαλμῶν, ἀλλὰ τῇ [διὰ δυνάμεων] νοητικῇ ἐνεργείᾳ. </p></div><div type="textpart" subtype="section" n="13ax"><p>—⟨⟨Αὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι [εἰς] τὸ σῶμα τὸ τριχῆ διαστατόν,⟩⟩ ⟨ἀλλὰ τὸ ἀσώματον.⟩—⟨⟨Πάτερ, τὸ πᾶν ὁρῶ [καὶ] ἐμαυτὸν ⟨ὄντα⟩, ἐν τῷ νοῒ⟩⟩ ⟨ὁρῶν⟩. </p></div></div></body></text></TEI>