ἦλθεν ἡμῖν [γνῶσις] χαρά[ς]· παραγενομένης ταύτης, ὦ τέκνον, ἡ λύπη φεύξεται εἰς τοὺς χωροῦντας αὐτήν. ⟨τρίτην⟩ δύναμιν καλῶ ἐπὶ χαρᾷ τὴν ἐγκράτειαν. ὦ δύναμις ἡδίστη· προσλάβωμεν αὐτήν, ὦ τέκνον, ἀσμενέστατα. πῶς ἅμα τῷ παραγενέσθαι ἀπώσατο τὴν ἀκρασίαν. τετάρτην δὲ νῦν καλῶ καρτερίαν, τὴν κατὰ τῆς ἐπιθυμίας δύναμιν.⟨...⟩ ὁ βαθμὸς οὗτος, ὦ τέκνον, δικαιοσύνης ἐστὶν ἕδρασμα. [[ χωρὶς γὰρ κτίσεως]] ἰδὲ πῶς τὴν ἀδικίαν ἐξήλασεν· ⟨⟨χωρὶς γὰρ κρίσεως⟩⟩ ἐδικαιώθημεν, ὦ τέκνον, ἀδικίας ἀπούσης. ἕκτην δύναμιν καλῶ εἰς ἡμᾶς τὴν κατὰ τῆς πλεονεξίας, ⟨τὴν⟩ κοινωνίαν. ἀποστάσης δὲ ⟨τῆς πλεονεξίας . . . ἑβδόμην⟩ ἐπικαλῶ τὴν ἀλήθειαν. φεῦγε[ι] ἀπάτη· ἀλήθεια παραγίνεται. ἰδὲ πῶς τὸ ἀγαθὸν πεπλήρωται, ὦ τέκνον, παραγενομένης τῆς ἀληθείας. φθόνος γὰρ ἀφ᾽ ἡμῶν ἀπέστη ⟨καὶ αἱ λοιπαὶ τιμωρίαι⟩. τῇ δὲ ἀληθείᾳ καὶ τὸ ἀγαθὸν ἐπεγένετο ἅμα ζωῇ καὶ φωτί. καὶ οὐκέτι ἐπῆλθεν οὐδεμία τοῦ σκότους τιμωρία, ἀλλ᾽ ἐξέπτησαν [νικηθεῖσαι] ῥοίζῳ. [[ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον]] [τῆς δεκάδος παραγινομένης] ⟨οὕτω δή⟩, ὦ τέκνον, συνετέθη ⟨ἡ⟩ νοερὰ [γένεσις] ⟨οὐσία⟩, [καὶ τὴν δωδεκάτην ἐξελαύνει,] καὶ ἐθεώ[ρη]θημεν τῇ ⟨ταύτης⟩ γενέσει. ὅστις οὖν ἔτυχε κατὰ τὸ ἔλεος τῆς κατὰ θεὸν γενέσεως, τὴν σωματικὴν αἴσθησιν καταλιπὼν ἑαυτὸν γνωρίζει ἐκ [τούτων] ⟨δυνάμεων⟩ συνιστάμενοΝ, καὶ ⟨γνωρίσας⟩ εύφραίνεται.— ⟨Οὐσί⟩α καινὴ[ς] γενόμενος ὑπὸ τοῦ θεοῦ, ὦ πάτερ, φαντάζομαι οὐχ ὁράσει ὀφθαλμῶν, ἀλλὰ τῇ [διὰ δυνάμεων] νοητικῇ ἐνεργείᾳ. —⟨⟨Αὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι [εἰς] τὸ σῶμα τὸ τριχῆ διαστατόν,⟩⟩ ⟨ἀλλὰ τὸ ἀσώματον.⟩—⟨⟨Πάτερ, τὸ πᾶν ὁρῶ [καὶ] ἐμαυτὸν ⟨ὄντα⟩, ἐν τῷ νοῒ⟩⟩ ⟨ὁρῶν⟩.