<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><p>—Τί οὖν ἀληθές ἐστιν, ὦ τρισμέγιστε;—Τὸ μὴ θολούμενον, ὦ τέκνον, τὸ μὴ ⟨πε⟩ριοριζόμενον, τὸ ἀχρώματον, τὸ ἀσχημάτιστον, [[τὸ ἄτρεπτον,]] τὸ γυμνόν, τὸ φα[ι]νόν, τὸ αὑτῷ καταληπτόν, ⟨⟨τὸ ἄτρεπτον,⟩⟩ τὸ ἀναλλοίωτον, τὸ ἀγαθόν [[τὸ ἀσώματον]].—Μέμηνα ὄντως, ὦ πάτερ, ⟨⟨τῶν πρὶν ἀπολειφθείς φρενῶν·⟩⟩ δοκοῦντος γάρ μου ὑπὸ σοῦ σοφοῦ γεγονέναι, ἐνεφράχθησαν αἱ αἰσθήσεις ⟨προβληθέντος⟩ τούτου μοι τοῦ νοήματος.—Οὕτως ἔχει, ὦ τέκνον. τὸ μὲν ἀνωφερὲς [ὡς πῦρ] καὶ κατωφερὲς [ὡς γῆ] καὶ ὑγρὸν [ὡς ὕδωρ] καὶ σύμπνοον [ὡς ἀὴρ] ⟨αἰσθήσει ὑποπίπτει· τὸ δὲ τούτοις ἀνόμοιον⟩ πῶς αἰσθητῶς οὕτω νοήσεις, τὸ μὴ σκληρόν, τὸ μὴ ὑγρόν, τὸ ⎡ἀσφίγγωτον⎤, τὸ μὴ διαλυόμενον, τὸ μόνον δυνάμει [καὶ ἐνεργείᾳ] νοούμενον, δεόμενοΝ δὲ τοῦ δυναμένου νοεῖν ⟨⟨τὸ ἀσώματον⟩⟩ [τὴν ἐν θεῷ γένεσιν]; </p></div><div type="textpart" subtype="section" n="7a"><p>—ἀδύνατος οὖν εἰμι, ὦ πάτερ;—Μὴ γένοιτο, ὦ τέκνον. ἐπίσπασαι εἰς ἑαυτόν, καὶ ἐλεύσεται· θέλησον, καὶ γίνεται. κατάργησον τοῦ σώματος τὰς αἰσθήσεις, καὶ ἔσται ἡ γένεσις τῆς θεότητος. </p></div><div type="textpart" subtype="section" n="7b"><p rend="indent">⟨. . . δεῖ⟩ καθᾶραι σεαυτὸν ἀπὸ τῶν ἀλόγων τῆς ὕλης τιμωριῶν.—Τιμωροὺς γὰρ ἐν ἐμαυτῷ ἔχω, ὦ πάτερ;—Οὐκ ὀλίγους, ὦ τέκνον, ἀλλὰ καὶ φοβεροὺς καὶ πολλούς.—Ἀγνοῶ, ὦ πάτερ.—Μία αὕτη, ὦ τέκνον, τιμωρία, ἡ ἄγνοια. </p><p rend="indent">δευτέρα λύπη·</p><p rend="indent">τρίτη ἀκρασία·</p><p rend="indent">τετάρτη ἐπιθυμία·</p><p rend="indent">πέμπτη ἀδικία·</p><p rend="indent">ἕκτη πλεονεξία· </p><p rend="indent">ἑβδόμη ἀπάτη· </p><p rend="indent">ὀγδόη φθόνος· </p><pb facs="ScottHermeticaVolOne_0247"/><p rend="indent">ἐνάτη δόλος· </p><p rend="indent">δεκάτη ὀργή· </p><p rend="indent">ἑνδεκάτη προπέτεια·</p><p rend="indent">δωδεκάτη κακία. </p><p rend="align(left)">εἰσὶ δὲ καὶ </p><p rend="indent">αὗται τὸν ἀριθμὸν δώδεκα, ὑπὸ δὲ ταύταις</p><p rend="align(left)"> πλείονες ἄλλαι, ὦ τέκνον, ⟨αἳ⟩ διὰ τ῀Ηϲ [[το δεσμωτηρίου τοῦ σώματος]] αἰσθήϲεως πάσχειν ἀναγκάζουσι τὸν ἐν ⟨⟨τῷ δεσμωτηρίῳ τοῦ σώματος⟩⟩ δεΔε⟨μ⟩έΝον ἄνθρωπον. ἀφίστανται δὲ αὗται [οὐκ] ἀθρόως ἀπὸ τοῦ ἐλεηθέντος ὑπὸ τοῦ θεοῦ, καὶ οὕτω συνίσταται ὁ ⟨⟨λόγος⟩⟩. ⟨οὗτος ὁ⟩ τῆς παλιγγενεσίας τρόπος [καὶ] [[λόγος]]. </p></div><div type="textpart" subtype="section" n="8a"><p rend="indent">λοιπὸν σιώπησον, ὦ τέκνον, καὶ εὐφήμησον· ⎡καὶ διὰ τοῦτο οὐ καταπαύσει⎤ τὸ ἔλεος εἰς ἡμᾶς ἀπὸ τοῦ θεοῦ. </p></div><div type="textpart" subtype="section" n="8b"><p rend="indent">χαῖρε λοιπόν, ὦ τέκνον, ἀνακαθαιρόμενος ταῖς τοῦ θεοῦ δυνάμεσιν· ⟨πάρεισι γὰρ⟩ εἰς συνάρθρωσιν τοῦ λόγου. ἦλθεν ἡμῖν γνῶσις θεοῦ· ταύτης ἐλθούσης, ὦ τέκνον, ἐξηλάθη ἡ ἄγνοια. </p></div></div></body></text></TEI>