—Τί οὖν ἀληθές ἐστιν, ὦ τρισμέγιστε;—Τὸ μὴ θολούμενον, ὦ τέκνον, τὸ μὴ ⟨πε⟩ριοριζόμενον, τὸ ἀχρώματον, τὸ ἀσχημάτιστον, [[τὸ ἄτρεπτον,]] τὸ γυμνόν, τὸ φα[ι]νόν, τὸ αὑτῷ καταληπτόν, ⟨⟨τὸ ἄτρεπτον,⟩⟩ τὸ ἀναλλοίωτον, τὸ ἀγαθόν [[τὸ ἀσώματον]].—Μέμηνα ὄντως, ὦ πάτερ, ⟨⟨τῶν πρὶν ἀπολειφθείς φρενῶν·⟩⟩ δοκοῦντος γάρ μου ὑπὸ σοῦ σοφοῦ γεγονέναι, ἐνεφράχθησαν αἱ αἰσθήσεις ⟨προβληθέντος⟩ τούτου μοι τοῦ νοήματος.—Οὕτως ἔχει, ὦ τέκνον. τὸ μὲν ἀνωφερὲς [ὡς πῦρ] καὶ κατωφερὲς [ὡς γῆ] καὶ ὑγρὸν [ὡς ὕδωρ] καὶ σύμπνοον [ὡς ἀὴρ] ⟨αἰσθήσει ὑποπίπτει· τὸ δὲ τούτοις ἀνόμοιον⟩ πῶς αἰσθητῶς οὕτω νοήσεις, τὸ μὴ σκληρόν, τὸ μὴ ὑγρόν, τὸ ⎡ἀσφίγγωτον⎤, τὸ μὴ διαλυόμενον, τὸ μόνον δυνάμει [καὶ ἐνεργείᾳ] νοούμενον, δεόμενοΝ δὲ τοῦ δυναμένου νοεῖν ⟨⟨τὸ ἀσώματον⟩⟩ [τὴν ἐν θεῷ γένεσιν]; —ἀδύνατος οὖν εἰμι, ὦ πάτερ;—Μὴ γένοιτο, ὦ τέκνον. ἐπίσπασαι εἰς ἑαυτόν, καὶ ἐλεύσεται· θέλησον, καὶ γίνεται. κατάργησον τοῦ σώματος τὰς αἰσθήσεις, καὶ ἔσται ἡ γένεσις τῆς θεότητος. ⟨. . . δεῖ⟩ καθᾶραι σεαυτὸν ἀπὸ τῶν ἀλόγων τῆς ὕλης τιμωριῶν.—Τιμωροὺς γὰρ ἐν ἐμαυτῷ ἔχω, ὦ πάτερ;—Οὐκ ὀλίγους, ὦ τέκνον, ἀλλὰ καὶ φοβεροὺς καὶ πολλούς.—Ἀγνοῶ, ὦ πάτερ.—Μία αὕτη, ὦ τέκνον, τιμωρία, ἡ ἄγνοια. δευτέρα λύπη· τρίτη ἀκρασία· τετάρτη ἐπιθυμία· πέμπτη ἀδικία· ἕκτη πλεονεξία· ἑβδόμη ἀπάτη· ὀγδόη φθόνος· ἐνάτη δόλος· δεκάτη ὀργή· ἑνδεκάτη προπέτεια· δωδεκάτη κακία. εἰσὶ δὲ καὶ αὗται τὸν ἀριθμὸν δώδεκα, ὑπὸ δὲ ταύταις πλείονες ἄλλαι, ὦ τέκνον, ⟨αἳ⟩ διὰ τ῀Ηϲ [[το δεσμωτηρίου τοῦ σώματος]] αἰσθήϲεως πάσχειν ἀναγκάζουσι τὸν ἐν ⟨⟨τῷ δεσμωτηρίῳ τοῦ σώματος⟩⟩ δεΔε⟨μ⟩έΝον ἄνθρωπον. ἀφίστανται δὲ αὗται [οὐκ] ἀθρόως ἀπὸ τοῦ ἐλεηθέντος ὑπὸ τοῦ θεοῦ, καὶ οὕτω συνίσταται ὁ ⟨⟨λόγος⟩⟩. ⟨οὗτος ὁ⟩ τῆς παλιγγενεσίας τρόπος [καὶ] [[λόγος]]. λοιπὸν σιώπησον, ὦ τέκνον, καὶ εὐφήμησον· ⎡καὶ διὰ τοῦτο οὐ καταπαύσει⎤ τὸ ἔλεος εἰς ἡμᾶς ἀπὸ τοῦ θεοῦ. χαῖρε λοιπόν, ὦ τέκνον, ἀνακαθαιρόμενος ταῖς τοῦ θεοῦ δυνάμεσιν· ⟨πάρεισι γὰρ⟩ εἰς συνάρθρωσιν τοῦ λόγου. ἦλθεν ἡμῖν γνῶσις θεοῦ· ταύτης ἐλθούσης, ὦ τέκνον, ἐξηλάθη ἡ ἄγνοια.