Τὴν εὐλογίαν ταύτην λέγωΝ, ὦ πάτερ, τέθεικα⟨ς⟩ καὶ ἐν κόσμῳ τῷ ἐμῷ— Ἐν τῷ νοητῷ λέγε, τέκνον.—Ἐν τῷ νοητῷ, ὦ πάτερ, δύναμιΝ ἐκ τοῦ σοῦ ὕμνου, καὶ ⟨διὰ⟩ τῆς σῆς εὐλογίας ἐπιπεφώτισταί μου ὁ νοῦς. πλὴν θέλω κἀγὼ πέμψαι ἐξ ἰδίας φρενὸς εὐλογίαν τῷ θεῷ.—Ὦ τέκνον, μὴ ἀσκόπως.— Ἐν τῷ νῷ, ὦ πάτερ, ἃ θεωρῶ λέγω. Σοὶ ⟨ἐγώ, ὦ⟩ γενάρχα τῆς γενεσιουργίας, Τὰτ θεῷ πέμπω λογικὰς θυσίας. θεέ, σὺ ⟨ὁ⟩ πατΉρ· [σὺ ὁ] κύριε, σὺ ὁ νοῦς. δέξαι ⟨εὐ⟩λογί[κ]ας ἃς θέλεις ἀπ᾽ ἐμοῦ· σοῦ γὰρ βουλομένου πάντα ⟨μοι⟩ τελεῖται. Εὔ ὦ τέκνον· ⟨ἔ⟩πεμψαϲ δεκτὴν θυσίαν τῷ πάντων πατρὶ θεῷ. ἀλλὰ καὶ πρόσθες, ὦ τέκνον, διὰ τοῦ λόγου. — Εὐχαριστῷ σοι, πάτερ [⟨ὅτι⟩ ταῦτά μοι αἰνεῖϲ εὐξαμένῳ.—