ταῦτα βοῶσαι αἱ δυνάμεις αἱ ἐν ἐμοὶ [[τὸ πᾶν ὑμνοῦσι]] τὸ σὸν θέλημα τελοῦσι· ⟨⟨τὸ πᾶν ὑμνοῦσ⟨α⟩ι⟩⟩ ⟨. . . τῇ⟩ σῇ βουλῇ ⟨. . .⟩ [[ἀπὸ σοῦ ἐπὶ σὲ τὸ πᾶν.]] ⟨⟨ὁ σὸς λόγος δι᾽ ἐμοῦ ὑμνεῖ σέ·⟩⟩ ⟨⟨λόγον γὰρ τὸν ἐΜὸν ποιμαίνει⟨ς σὺ⟩ ὁ νοῦς.⟩⟩ ⟨⟨δι᾽ ἐμοῦ⟩⟩ δέξαι ἀπὸ πάντων λογικὴν θυσίαν· τὸ πᾶν ⟨γὰρ⟩ ⟨⟨ἀπὸ σοῦ, ⟨καὶ⟩ ἐπὶ σὲ τὸ πᾶν.⟩⟩ ⟨τὸν νοῦν⟩ τὸ⟨ν⟩ ἐν ἡμῖν [[σῶζε ζωή]] φώτιζε φῶς· ⟨τὴν ψυχὴν . . .⟩ ⟨⟨σῶζε ζωή⟩⟩. [⎡πνεῦμα θεέ⎤ [[λόγον γὰρ τὸν σὸν ποιμαίνει ὁ νοῦς]] [⎡πνευματοφόρε δημιουργέ, σὺ εἶ ὁ θεός.⎤] ὁ σὸς ἄνθρωπος ταῦτα βοᾷ [διὰ πυρός, δι᾽ ἀέρος, διὰ γῆς, διὰ ὕδατος,] [διὰ πνεύματος,] διὰ τῶν κτισμάτων σοῦ, ἀπὸ τοῦ αἰῶνος ⟨τὴν⟩ εὐλογίαν εὑρών. [καὶ] ὃ ζητῶ ⟨⟨εἶδον⟩⟩· βουλῇ τῇ σῇ ἀναπέπαυμαι [[εἶδον]]· θελήματι τῷ σῷ ⟨ἀνεγεννήθην⟩.— Τὴν εὐλογίαν ταύτην λέγωΝ, ὦ πάτερ, τέθεικα⟨ς⟩ καὶ ἐν κόσμῳ τῷ ἐμῷ— Ἐν τῷ νοητῷ λέγε, τέκνον.—Ἐν τῷ νοητῷ, ὦ πάτερ, δύναμιΝ ἐκ τοῦ σοῦ ὕμνου, καὶ ⟨διὰ⟩ τῆς σῆς εὐλογίας ἐπιπεφώτισταί μου ὁ νοῦς. πλὴν θέλω κἀγὼ πέμψαι ἐξ ἰδίας φρενὸς εὐλογίαν τῷ θεῷ.—Ὦ τέκνον, μὴ ἀσκόπως.— Ἐν τῷ νῷ, ὦ πάτερ, ἃ θεωρῶ λέγω. Σοὶ ⟨ἐγώ, ὦ⟩ γενάρχα τῆς γενεσιουργίας, Τὰτ θεῷ πέμπω λογικὰς θυσίας. θεέ, σὺ ⟨ὁ⟩ πατΉρ· [σὺ ὁ] κύριε, σὺ ὁ νοῦς. δέξαι ⟨εὐ⟩λογί[κ]ας ἃς θέλεις ἀπ᾽ ἐμοῦ· σοῦ γὰρ βουλομένου πάντα ⟨μοι⟩ τελεῖται. Εὔ ὦ τέκνον· ⟨ἔ⟩πεμψαϲ δεκτὴν θυσίαν τῷ πάντων πατρὶ θεῷ. ἀλλὰ καὶ πρόσθες, ὦ τέκνον, διὰ τοῦ λόγου. — Εὐχαριστῷ σοι, πάτερ [⟨ὅτι⟩ ταῦτά μοι αἰνεῖϲ εὐξαμένῳ.— Χαίρω, τέκνον, ⟨ὡς⟩ καρποφορήσοντος ⟨σου . . .⟩ ἐκ τῆς ἀληθείας [τὰ ἀγαθὰ] τὰ ἀθάνατα ⟨⟨τῆς ἀρετῆς⟩⟩ γεννήματα· ⟨ἐπεὶ⟩ ⟨⟨νοερῶς ἔγνως σεαυτὸν καὶ τὸν πατέρα τὸν ἡμέτερον.⟩⟩ τοῦτο μαθὼν παρ᾽ ἐμοῦ, [[τῆς ἀρετῆς]] σιγὴν ἐπάγγειλαι, ⟨ὦ⟩ ⟨⟨τέκνον,⟩⟩ μηδενὶ [[τέκνον]] ἐκφα[ι]νεῖν τῆς παλιγγενεσίας τὴν παράδοσιν, ἵνα μὴ ὡς διάβολοι ⟨τοῦ παντὸς⟩ λογισθῶμεν. ⟨. . .⟩ ἱκανῶς γὰρ ἕκαστος ἡμῶν ⟨ἑαυτοῦ⟩ ἐπεμελήθη, ἐγώ τε [ὁ] λέγων σύ τε [ὁ] ἀκούων. [[νοερῶς ἔγνως σεαυτὸν καὶ τὸν πατέρα τὸν ἡμέτερον.]]