<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="11b"><p>ἐν οὐρανῷ εἰμι, ἐν γῇ, ἐν ὕδατι, ἐν ἀέρι· ἐν ζῴοις εἰμί, ἐν φυτοῖς· ἐν γαστρί, πρὸ γαστρός, μετὰ γαστέρα· πανταχοῦ ⟨πάρειμι⟩.—⟨⟨Ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον.⟩⟩—</p></div><div type="textpart" subtype="section" n="11c"><p rend="indent">[Ἀλλ᾽ ἔτι τοῦτό μοι εἰπέ, πῶς αἱ τιμωρίαι τοῦ σκότους, οὖσαι ἀριθμῷ δώδεκα, ὑπὸ δέκα δυνάμεων ἀπωθοῦνται. τίς ὁ τρόπος, ὦ τρισμέγιστε; </p></div><div type="textpart" subtype="section" n="12"><p>—Τὸ σκῆνος τοῦτο, [[καὶ]] ὦ τέκνον, ὃ ⟨⟨καὶ⟩ διεξεληλύθαμεν, ἐκ τοῦ ζῳοφόρου κύκλου συνέστη, [[καὶ τούτου συνεστῶτος ἐξ ἀριθμῶν δώδεκα ὄντων τὸν ἀριθμόν,]] ⟨γεννῶντος⟩ φύσεως μιᾶς παντομόρφου⟨ς⟩ ἰδέας εἰς πλάνην τοῦ ἀνθρώπου· ⟨⟨καὶ τούτου συνεστῶτος ἐκ ΖῳΔίων δώδεκα ὄντων τὸν ἀριθμόν,⟩⟩ διαζυγ⟨ί⟩αι ἐν αὐταῖς εἰσιν, ὦ τέκνον, ⟨δώδεκα.⟩ ⟨⟨εἰσὶ δὲ καὶ ἀδιορίστοι,⟩⟩ ἡνωμέναι ἐν τῇ πράξει· ἀχώριστος ⟨γάρ⟩ ἐστιν ἡ προτπέτεια τῆς ὁρΜῆς. [[εἰσὶ δὲ καὶ ἀδιόριστοι]] εἰκότως οὖν [[κατὰ τὸν ὄρθον λόγον]] τὴν ἀπόστασιν ποιοῦνται, καθὼς ⟨εἶπον, ἀθρόως⟩. καὶ ⟨⟨κατὰ [τὸν ὄρθον] λόγον⟩⟩ ἀπὸ δέκα δυνάμεων ἐλαύνοΝται, τουτέστιν ἀπὸ τῆς δεκάδος· 
<pb facs="ScottHermeticaVolOne_0251"/> ἡ γὰρ δεκάς, ὦ τέκνον, ἐστὶ ψυχογόνος. ζωὴ δὲ καὶ φῶς ἡνωμέναι εἰσὶν ἑνὰϲ· ὁ ⟨δὲ⟩ τῆς ἑνάδος ἀριθμὸς πέφυκε τοῦ [πνεύματος] ⟨τῆς δεκάδος ἀρχή⟩. ἡ ἑνὸς οὖν κατὰ λόγον τὴν δεκάδα ⟨ἐμπερι⟩έχει [καὶ ἡ δεκὰς τὴν ἑνάδα].] </p></div><div type="textpart" subtype="section" n="13a"><p rend="indent">[[Πάτερ, τὸ πᾶν ὁρῶ καὶ ἐμαυτὸν ἐν τῷ νοΐ.]] [[ Aὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι εἰς τὸ σῶμα τὸ τριχῆ διαστατόν.]] </p></div><div type="textpart" subtype="section" n="13b"><p rend="indent">[[διὰ τὸν λόγον τοῦτον τὸν περὶ τῆς παλιγγενεσίας εἰς ὃν ὑπεμνηματισάμην, ἵνα μὴ ὦμεν διάβολοι τοῦ παντὸς εἰς τοὺς πολλούς, εἰς οὓς ὁ θεὸς αὐτὸς θέλει.]] </p></div></div></body></text></TEI>