Ἐν τοῖς γενικοῖς, ὦ πάτερ, αἰνιγματωδῶς καὶ οὐ τηλαυγῶς ἔφρασας, περὶ θειότητος διαλεγόμενος· [[οὐκ ἀπεκάλυψας]] φάμενος ⟨γὰρ⟩ μηδένα δύνασθαι σωθῆναι πρὸ τῆς παλιγγενεσίας, ⟨⟨οὐκ ἀπεκάλυψας·⟩⟩ ἐμοῦ τε σοῦ ἱκέτου γενομένου ⎡ἐπὶ τῆς τοῦ ὄρους μεταβάσεως⎤ μετὰ τὸ σὲ ἐμοὶ διαλεχθῆναι [πυθομένου] τὸν τῆς παλιγγενεσίας λόγον μαθεῖν, ὅτι τοῦτον παρὰ πάντα μόνον ἀγνοῶ, ⟨οὔπω ἠξίωσας⟩ ⟨⟨παραδιδόναι μοι,⟩⟩ καὶ ἔφης ὅταν μέλλῃς ⟨τοῦ⟩ κόσμου ἀπαλλοτριοῦσθαι [[παραδιδόναι μοι]] ⟨παραδώσω. ἐγὼ δὲ ἤδη⟩ ἕτοιμος ἐγενόμην, καὶ ἀπηλλοτρίωσα τὸ ἐν ἐμοὶ φρόνημα ἀπὸ τῆς τοῦ κόσμου ἀπάτης· σὺ δέ μου καὶ τὰ ὑστερήματα ἀναπλήρωσον, ὡς ἔφης μοι, παλιγγενεσίαν παραδοῦναι προθέμενος [ἐκ φωνῆς ἢ κρυβήν]. ἀγνοῶ, ὦ τρισμέγιστε, ἐξ οἵας μήτρας ἄνθρωπος ⟨ἀν⟩αγεννηθ⟨εί⟩η ⟨ἄν⟩, σπορᾶς δὲ ποίας. —Ὦ τέκνον, σοφία ⟨ἡ⟩ ΜΉΤρα, ἐν σιγῇ ⟨κύουσα⟩, καὶ ἡ σπορὰ τὸ ἀληθινὸν ἀγαθόν.—Τίνος σπείραντος, ὦ πάτερ; τὸ γὰρ σύνολον ἀπορῶ.—Τοῦ θελήματος τοῦ θεοῦ, ὦ τέκνον.—⟨⟨Λέγε μοι καὶ τοῦτο· τίς ἐστι τελεσιουργὸς τῆς παλιγγενεσίας;—[ ὁ τοῦ] Θεοῦ παῖς ἄνθρωπος εἷς, θελήματι θεοῦ⟩⟩ ⟨ὑπουργῶν⟩.—Καὶ ποταπὸς ὁ γεννώμενος, ὦ πάτερ; [[ἄμοιρος γὰρ τῆς ἐν ἐμοὶ οὐσίας καὶ τῆς νοητῆς]]—Ἄλλος [ἔσται] ὁ γεννώμενος, θεοῦ θεὸς παῖς, τὸ πᾶν, ἐν παντί· ⟨⟨ἄμοιρος γάρ ⟨ἐστι⟩ τῆς ⎡ἐν ἐμοὶ⎤ οὐσίας, καὶ τῆς νοητῆς⟩⟩ ⟨μοῖραν ἔχει⟩, ἐκ πασῶν δυνάμεων συνεστώς.—Αἴνιγμα μοι λέγεις, ὦ πάτερ, καὶ οὐχ ὡς πατὴρ υἱῷ διαλέγῃ.—Τοῦτο τὸ γένος, ὦ τέκνον, οὐ διδάσκεται, ἀλλ᾽ [[ὅταν θέλῃ]] ὑπὸ τοῦ θεοῦ, ⟨⟨ὅταν θέλῃ,⟩⟩ ἀναμιμνήσκεται. —Ἀδύνατά μοι λέγεις, ὦ πάτερ, καὶ βεβιασμένα. ὅθεν πρὸς ταῦτα ὀρθῶς ἀντειπεῖν ἔχω ⟨ἆρ᾽⟩ ἀλλότριος [υἱὸς] πέφυκα τοῦ πατρικοῦ γένους; μὴ φθόνει μοι, πάτερ· γνήσιος υἱός εἰμί· διάφρασόν μοι τῆς παλιγγενεσίας τὸν τρόπον.—Τί εἴπω, ὦ τέκνον; ⟨⟨τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται, οὐδὲ τῷ πλαστῷ τούτῳ ⎡στοιχείῳ⎤, δι᾽ οὗ ⟨σὺ ὁρᾷς⟩, ἐστιν ἰδεῖν.⟩⟩ οὐκ ἔχω λέγειν πλὴν τοῦτο· ὁρῶ[ν] τι⟨ν᾽⟩ ἐν ἐμοὶ ἄπλαστον ἰΔέαν γεγενημένην ἐξ ἐλέου θεοῦ, καὶ ἐμαυτὸν ⟨δι⟩εξελήλυθα εἰς ἀθάνατον σῶμα· καί εἰμι νῦν οὐχ ὁ πρίν, ἀλλ᾽ ⟨ἀν⟩εγεννήθην ἐν νῷ, [[τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται οὐδὲ τῷ πλαστῷ τούτῳ στοιχείῳ δι᾽ οὗ ἐστιν ἰδεῖν]] καὶ διαλέλΥταί μοι τὸ πρῶτον [σύνθετον] εἶδος. οὐκάτι κεχρω⟨μάτ⟩ισμαι καὶ ἁφὴν ἔχω καὶ μέτρον, ἀλλότριος δὲ τούτων εἰμὶ νῦν, [ὁρᾷς με ὦ τέκνον ὀφθαλμοῖς] ⟨καὶ πάντων⟩ ὅϲα [δὲ] κατανοεῖς ἀτενίζων σωματικ῀ιΗ ὁράσει. οὐκ ὀφθαλμοῖς τ⟨οι⟩ούτοις θεωροῦμαι νῦν, ὦ τέκνον. —Εἰς μανίαν με οὐκ ὀλίγην καὶ οἴστρησιν φρενῶν ἐνεσείσας, ὦ πάτερ. ἐμαυτὸν γὰρ νῦν οὐχ ὁρῶ;—Εἴθε, ὦ τέκνον, καὶ σὺ σεαυτὸν διεξεληλύθεις, ⟨ἵνα εἶδες, μὴ⟩ ὡς οἱ ἐν ὕπνῳ ὀνειροπολούμενοι, ⟨ἀλλὰ⟩ χωρὶς ὕπνου.—[[Λέγε μοι καὶ τοῦτο· τίς ἐστι γενεσιουργὸς τῆς παλιγγενεσίας;—Ὁ τοῦ θεοῦ παῖς ἄνθρωπος εἷς θελήματι θεοῦ.—]] Νῦν τὸ λοιπόν, ὦ πάτερ, εἰς ἀφασίαν με ἠνέγκας. [[τῶν πρὶν ἀπολειφθεὶς φρενῶν]]. τὸ γὰρ μέγεθος βλέπω τὸ σὸν τὸ αὐτό, ὦ πάτερ, σὺν τῷ χαρακτῆρι.—Καὶ ἐν τούτῳ ψεύδῃ· τὸ γὰρ θνητὸν εἶδος καθ᾽ ἡμέραν ἀλλάσσεται· χρόνῳ γὰρ τρέπεται εἰς αὔξησιν καὶ μείωσιν, ὡς ψεῦδος ⟨ὄν⟩.