<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="9"><p>σὺ δὲ νόει, καὶ τὸν λόγον τοῦτον ἀνένεγκαι πρὸς τὴν πεῦσιν ἣν ἐπύθου μου ἐν τοῖς ἔμπροσθεν, λέγω δὲ περὶ τῆς εἱμαρμένης [τοῦ νοῦ]. ἐὰν γὰρ τοὺς ἐριστικοὺς λόγους ἀκριβῶς ἀφέλῃ, ὦ τέκνον, εὑρήσεις ὅτι ἀληθῶς πάντων ἐπικρατεῖ ὁ νοῦς [ἡ τοῦ θεοῦ ψυχή], καὶ εἱμαρμένης, καὶ νόμου, καὶ τῶν ἄλλων πάντων· καὶ οὐδὲν αὐτῷ ἀδύνατον, οὔτε εἱμαρμένης ὑπεράνω θε⟨ῖναι⟩ [νοῦν] ψυχὴν ἀνθρωπίνην, οὔτε ἀμελήσασαν, ἅπερ συμβαίνει, ὑπὸ τὴν εἱμαρμένην ⟨θ⟩εῖναι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον λελέχθω. [τὰ τοῦ Ἀγαθοῦ Δαίμονος ἄριστα.]—</p><p rend="indent">Καἱ θείως, ὦ πάτερ, ταῦτα, καὶ ἀληθῶς καὶ ὠφελίμως.</p></div></div></body></text></TEI>