σὺ δὲ νόει, καὶ τὸν λόγον τοῦτον ἀνένεγκαι πρὸς τὴν πεῦσιν ἣν ἐπύθου μου ἐν τοῖς ἔμπροσθεν, λέγω δὲ περὶ τῆς εἱμαρμένης [τοῦ νοῦ]. ἐὰν γὰρ τοὺς ἐριστικοὺς λόγους ἀκριβῶς ἀφέλῃ, ὦ τέκνον, εὑρήσεις ὅτι ἀληθῶς πάντων ἐπικρατεῖ ὁ νοῦς [ἡ τοῦ θεοῦ ψυχή], καὶ εἱμαρμένης, καὶ νόμου, καὶ τῶν ἄλλων πάντων· καὶ οὐδὲν αὐτῷ ἀδύνατον, οὔτε εἱμαρμένης ὑπεράνω θε⟨ῖναι⟩ [νοῦν] ψυχὴν ἀνθρωπίνην, οὔτε ἀμελήσασαν, ἅπερ συμβαίνει, ὑπὸ τὴν εἱμαρμένην ⟨θ⟩εῖναι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον λελέχθω. [τὰ τοῦ Ἀγαθοῦ Δαίμονος ἄριστα.]— Καἱ θείως, ὦ πάτερ, ταῦτα, καὶ ἀληθῶς καὶ ὠφελίμως.