τὸ δὲ νῦν ἔχον, ο⟨ὐ⟩ περὶ κακίας καὶ εἱμαρμένης ⟨ὁ⟩ λόγος· ἐν ἄλλοις μὲν ⟨γὰρ⟩ περὶ τούτων εἰρήκαμεν, νῦν δὲ περὶ νοῦ ἐστιν ἡμῖν ὁ λόγος, τί δύναται νοῦς, καὶ πῶς ἐνδιάφορός ἐστιν, ἐν μὲν ἀνθρώποις τοιόσδε, ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἠλλαγμένος· καὶ πάλιν, ὅτι ἐν μὲν τοῖς ἀλόγοις ζῴοις οὐκ ἔστιν εὐεργετικός, ⟨ἐν δὲ τοῖς ἀνθρώποις ἀγαθὸν ἐργάζεται,⟩ ἀλλ᾽ ἀνομοίως, ⟨οὐκ⟩ ἐν πᾶσι τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικὸν σβεννύων. καὶ τούτων τοὺς μὲν ἐλλογίμους [ἄνδρας] δεῖ νοεῖν, τοὺς δὲ ἀλόγους. πάντες δὲ οἱ ἄνθρωποι εἱμαρμένῃ ὑπόκεινται, ⟨ἐπεὶ⟩ καὶ γενέσει καὶ μεταβολῇ· ἀρχὴ γὰρ καὶ τέλος ταῦτα εἱμαρμένης. καὶ πάντες μὲν ἄνθρωποι πάσχουσι τὰ εἱμαρμένα· οἱ δὲ ἐλλόγιμοι, ὧν ἔφαμεν τὸν νοῦν ἡγεμονεύειν, οὐχ ὁμοίως τοῖς ἄλλοις πάσχουσιν, ἀλλὰ τῆς κακίας ἀπηλλαγμένοι· οὐ ⟨γὰρ⟩ κακοὶ ὄντες πάσχουσι.—Πῶς πάλιν λέγεις, ὦ πάτερ; ὁ μοιχὸς οὐ κακός; ὁ φονεὺς οὐ κακός, καὶ οἱ ἄλλοι πάντες; —Ἀλλ᾽ ὁ ἐλλόγιμος, ὦ τέκνον, οὐ μοιχεύσας πείσεται, ἀλλ᾽ ὡς ⟨ὁ⟩ μοιχεύσας, οὐδὲ φονεύσας, ἀλλ᾽ ὡς ⟨ὁ⟩ φονεύσας. καὶ ⎡ποιότητα⎤ μεταβολῆς ἀδύνατόν ἐστι διεκφυγεῖν, ὥσπερ καὶ γενέσεως· κακίαν δὲ τῷ νοῦν ἔχοντι διεκφυγεῖν ἔστι. [διὸ] καὶ τοῦ Ἀγαθοῦ Δαίμονος, ὦ τέκνον, ἐγὼ ἤκουσα λέγοντος ἃ εἰ καὶ [εἰ] ἐγγράφως ⟨ἐξ⟩εδεδώκει, πάνυ ἂν τὸ τῶν ἀνθρώπων γένος ὠφελήκει· ἐκεῖνος γὰρ μόνος, ὦ τέκνον, [[ἀληθῶς]] ὡς πρωτόγονος θεός, τὰ πάντα κατιδών, θείους ⟨⟨ἀληθῶς⟩⟩ λόγους ἐφθέγξατο. ἤκουσα γοῦν αὐτοῦ ποτε λέγοντος ὅτι ⎡ἕν ἐστι τὰ πάντα, καὶ μάλιστα νοητὰ σώματα· ζῶμεν δὲ δυνάμει καὶ ἐνεργείᾳ καὶ αἰῶνι. καὶ ὁ νοῦς τούτου ἀγαθός ἐστιν, ὅπερ ἐστὶν αὐτοῦ καὶ ψυχή· τούτου δὲ τοιούτου ὄντος, οὐδὲν διαστατὸν τῶν νοητῶν· ὡς οὖν δυνατὸν νοῦν, ἄρχοντα πάντων, καὶ ψυνχὴν ὄντα τοῦ θεοῦ, ποιεῖν ὅπερ βούλεται⎤. σὺ δὲ νόει, καὶ τὸν λόγον τοῦτον ἀνένεγκαι πρὸς τὴν πεῦσιν ἣν ἐπύθου μου ἐν τοῖς ἔμπροσθεν, λέγω δὲ περὶ τῆς εἱμαρμένης [τοῦ νοῦ]. ἐὰν γὰρ τοὺς ἐριστικοὺς λόγους ἀκριβῶς ἀφέλῃ, ὦ τέκνον, εὑρήσεις ὅτι ἀληθῶς πάντων ἐπικρατεῖ ὁ νοῦς [ἡ τοῦ θεοῦ ψυχή], καὶ εἱμαρμένης, καὶ νόμου, καὶ τῶν ἄλλων πάντων· καὶ οὐδὲν αὐτῷ ἀδύνατον, οὔτε εἱμαρμένης ὑπεράνω θε⟨ῖναι⟩ [νοῦν] ψυχὴν ἀνθρωπίνην, οὔτε ἀμελήσασαν, ἅπερ συμβαίνει, ὑπὸ τὴν εἱμαρμένην ⟨θ⟩εῖναι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον λελέχθω. [τὰ τοῦ Ἀγαθοῦ Δαίμονος ἄριστα.]— Καἱ θείως, ὦ πάτερ, ταῦτα, καὶ ἀληθῶς καὶ ὠφελίμως. ἐκεῖνο δέ μοι ἔτι διασάφησον· ἔλεγες γὰρ τὸν νοῦν ἐν τοῖς ἀλόγοις ζῴοις φύσεως δίκην ἐνεργεῖν, συνεργοῦντα αὐτῶν ταῖς ὁρμαῖς. αἱ δὲ ὁρμαὶ τῶν ἀλόγων ζῴων, ὡς οἶμαι, πάθη εἰσίν· εἰ δὲ καὶ ὁ νοῦς συνεργεῖ ταῖς ὁρμαῖς, αἱ δὲ ὁρμαὶ πάθη, καὶ ὁ νοῦς ἄρα παθ⟨ητ⟩ός ἐστι, συγχρω[μα]τίζων τοῖς πάθεσιν.—Εὖγε, ὦ τέκνον· γενναίως πυνθάνῃ, δίκαιον δὲ κἀμὲ ἀποκρίνασθαι.