Ἐνταῦθα, ὦ πάτερ, ὁ περὶ τῆς εἱμαρμένης λόγος, ὃ⟨ν⟩ ἔμπροσθέν μοι ⟨δι⟩εξελήλυθας, κινδυνεύει ἀνατρέπεσθαι. εἰ γὰρ πάντως εἵμαρται τῷδέ τινι μοιχεῦσαι, ἢ ἱεροσυλῆσαι, ἢ ἄλλο τι κακὸν δρᾶσαι, διὰ τί κολάζεται ὁ [ἐξ] ἀναγκ⟨ασάσ⟩ης τῆς εἱμαρμένης δράσας τὸ ἔργον; εἱμαρμένης γὰρ πάντα τὰ ἔργα.—⟨...,⟩ ὦ τέκνον, καὶ χωρὶς ἐκείνης οὐδὲν [τι] τῶν σωματικῶν, οὔτε ἀγαθὸν οὔτε κακόν, γενέσθαι συμβαίνει· εἵμαρται δὲ καὶ ⟨τὸν⟩ τὸ κακὸν ποιήσαντα [τὸ] ⟨κακὸν⟩ παθεῖν· καὶ διὰ τοῦτο δρᾷ, ἵνα πάθῃ ὃ πάσχει ὅτι ἔδρασε.