ὅσαις ἂν οὖν ψυχαῖς ὁ νοῦς ἐπιστατήσῃ, ταύταις φαίνει ἑαυτοῦ τὸ φέγγος, ἀντιπράσσων αὐτῶν τοῖς προλήμμασιν. ὥσπερ ⟨γὰρ⟩ ἰατρὸς ἀγαθὸς λυπεῖ τὸ σῶμα προειλημμένον ὑπὸ νόσου καίων ἢ τέμνων, τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς ⟨τὴν⟩ ψυχὴν λυπεῖ, ἐξυφαιρῶν αὐτῆς τὴν ἡδονήν, ἀφ᾽ ἧς πᾶσα νόσος ψυχῆς γίνεται. νόσος δὲ μεγάλη ψυχῆς ἀθεότης· ἐπεὶ τα⟨ῖς τῶν ἀθέων⟩ δόξα[ε]ις πάντα τὰ κακὰ ἐπακολουθεῖ, καὶ ἀγαθὸν οὐδέν. ἆρ᾽ οὖν ὁ νοῦς, ἀντιπράσσων αὐτῇ, τὸ ἀγαθὸν περιποιεῖται τῇ ψυχῇ, ὥσπερ καὶ ὁ ἰατρὸς τῷ σώματι τὴν ὑγίειαν.