<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="21"><p>ἴδε τὴν τάξιν τοῦ κόσμου [καὶ τὴν εὐκοσμίαν τῆς τάξεως]· ἴδε τὴν ἀνάγκην τῶν φαινομένων, καὶ τὴν πρόνοιαν τῶν γεγονότων τε καὶ γινομένων· ἴδε τὴν ὕλην πληρεστάτην οὖσαν ζωῆς· ⟨ἴδε⟩ τὸν τηλικοῦτον θεὸν κινούμενον μετὰ πάντων ⟨τῶν ἐνόντων⟩ [ἀγαθῶν καὶ καλῶν] [θεῶν τε καὶ δαιμόνων καὶ ἀνθρώπων].—Ἀλλ᾽ αὗται, ὦ πάτερ, ἐνέργειαι ὅλως εἰσίν.—Εἰ οὖν ἐνέργειαί [ὅλως] εἰσιν, ὦ τέκνον, ὑπὸ τίνος [οὖν] ἐνεργοῦνται [ὑπὸ] ἄλλου ⟨ἢ τοῦ⟩ θεοῦ; ἢ ἀγνοεῖς ὅτι ὥσπερ τοῦ κόσμου μέρη εἰσὶν οὐρανὸς καὶ γῆ καὶ ὕδωρ καὶ ἀήρ, τὸν αὐτὸν τρόπον μέρη ἐστὶ ⟨τοῦ⟩ θεοῦ [ζωὴ καὶ ἀθανασία καὶ] εἱμα⟨ρμένη⟩ καὶ ἀνάγκη καὶ πρόνοια καὶ φύσις [καὶ ψυχὴ καὶ νοῦς]; [καὶ τούτων πάντων ἡ διαμονὴ] [τὸ λεγόμενον ἀγαθόν.] καὶ οὐκ [ἔτι] ἔστι τι τῶν γινομένων ἢ τῶν γεγονότων ὅπου οὐκ ἔστιν ὁ θεός. </p></div><div type="textpart" subtype="section" n="22"><p>—Ἐν τῇ ὕλῃ οὖν, ὦ πάτερ;—Ἡ γὰρ ὕλη, ὦ τέκνον, χωρὶς θεοῦ ⟨τί⟩ ἐστιν, ἵνα τόπον αὐτῇ ἀπομερίσῃς [τόπον]; τί δὲ [ουσ] ἂν ἢ σωρὸν αὐτὴν οἴει εἶναι, μὴ ἐνεργουμένην; εἰ δὲ ἐνεργεῖται, ὑπὸ τίνος ἐνεργεῖται; τὰς γὰρ ἐνεργείας ἔφαμεν εἶναι μέρη τοῦ θεοῦ. ὑπὸ τίνος οὖν ζωοποιεῖται τὰ πάντα ζῷα; ὑπὸ τίνος ἀθανατίεται τὰ ἀθάνατα; ὑπὸ τίνος μεταβάλλεται τὰ μεταβλητά; εἴτε δὲ ὕλην, εἴτε σῶμα, εἴτε οὐσίαν φῄς, ἴσθι καὶ ταύτας οὔϲας ἐνεργείας τοῦ θεοῦ· ⟨ὁ γὰρ θεὸς⟩ καὶ ⟨τῆς⟩ ὕλη⟨ς⟩ ἐνεργεῖ τὴν ὑλότητα, καὶ τῶν σωμάτων ⟨τὴν⟩ σωματότητα, καὶ ⟨τ⟩ῆ⟨ς⟩ οὐσία⟨ς⟩ τὴν οὐσιότητα. καὶ τοῦτο ἔστιν ὁ θεός, τὸ πᾶν· </p></div><div type="textpart" subtype="section" n="23a"><p>ἐν δὲ τῷ παντὶ οὐδέν ἐστιν ὃ μὴ ἔστιν. ὅθεν οὔτε μέγεθος οὔτε τόπος οὔτε ποιότης οὔτε σχῆμα οὔτε χρόνος παρὰ τὸν <pb facs="ScottHermeticaVolOne_0241"/> θεόν ἐστι· πᾶν γάρ ἐστι, τὸ δὲ πάν διὰ πάντων καὶ περὶ πάντα. </p></div><div type="textpart" subtype="section" n="23b"><p rend="indent">τοῦτον [τὸν λόγον], ὦ τέκνον, προσκύνει καὶ θρήσκευε. θρησκεία δὲ τοῦ θεοῦ μία ἐστί, μὴ εἶναι κακόν.</p></div></div></body></text></TEI>