ὅπου γὰρ [ψυχή, ἐκεῖ καὶ νοῦς ἐστιν, ὥσπερ ὅπου καὶ] ζωή, ἐκεῖ καὶ ψυχή ἐστιν· ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἡ ψυχή [ζωή] ἐστι κενὴ τοῦ νοῦ. ὁ γὰρ νοῦς ψυχῶν ἐστιν εὐεργέτης ἀνθρώπων· ἐργάζεται γὰρ αὐτα⟨ῖ⟩ς [εἰς] τὸ ἀγαθόν. καὶ τοῖς μὲν ἀλόγοις τῇ ⟨ἰ⟩δί⟨ᾳ⟩ ἑκάστου φύσει συπεργεῖ, ταῖς δὲ τῶν ἀνθρώπων ἀντιπράσσει. ψυχὴ γὰρ πᾶσα, ἐν σώματι γενομένη, εὐθέως ὑπό τε τῆς λύπης καὶ τῆς ἡδονῆς κακίζεται· σώματος γὰρ συνθέτου ὥσπερ χυμοὶ ζέουσιν ἥ τε λύπη καὶ ἡ ἡδονή, εἰς ἃς ἐμβᾶσα ἡ ψυχὴ βαπτίζεται.