Οὐδ ἡ γῇ ἀκίνητός σοι δοκεῖ, ὦ πάτερ;—Οὔ, τέκνον, ἀλλὰ καὶ πολυκίνητος μόνη ἥδε καὶ στάσιμος. πῶς οὐκ ἂν γελοῖον εἴη τὴν τροφὸν πάντων ἀκίνητον εἶναι, τὴν φύουσαν καὶ γεννῶσαν τὰ πάντα; ἀδύνατον γὰρ χωρὶς κινήσεως φύειν τι [τὸν φύοντα]. γελοιότατον δὲ ἐπύθου, εἰ τὸ τέταρτον μέρος ἀργόν ἐστ[α]ι· οὐδὲν γὰρ ἕτερον σημαίνει τὸ ἀκίνητον σῶμα ἢ ἀργίαν.