Οὐδ ἡ γῇ ἀκίνητός σοι δοκεῖ, ὦ πάτερ;—Οὔ, τέκνον, ἀλλὰ καὶ πολυκίνητος μόνη ἥδε καὶ στάσιμος. πῶς οὐκ ἂν γελοῖον εἴη τὴν τροφὸν πάντων ἀκίνητον εἶναι, τὴν φύουσαν καὶ γεννῶσαν τὰ πάντα; ἀδύνατον γὰρ χωρὶς κινήσεως φύειν τι [τὸν φύοντα]. γελοιότατον δὲ ἐπύθου, εἰ τὸ τέταρτον μέρος ἀργόν ἐστ[α]ι· οὐδὲν γὰρ ἕτερον σημαίνει τὸ ἀκίνητον σῶμα ἢ ἀργίαν. πᾶν τοίνυν ἴσθι καθολικῶς, ὦ τέκνον, τὸ ὂν ἐν κόσμῳ κινούμενον [ἢ κατὰ μείωσιν ἢ αὔξησιν]· τὸ δὲ κινούμενον καὶ ζῇ. τὸ δὲ ζῶ[ο]ν πᾶν οὐκ ἀνάγκη τὸ αὐτὸ ⟨ἀεὶ⟩ εἶναι· ὢν γὰρ ὁμοῦ σύμπας ὁ κόσμος ἀμετάβλητος, ὦ τέκνον, ἐστί, τὰ δὲ μέρη αὐτοῦ πάντα μεταβλητά, οὐδὲν δὲ φθαρτὸν ἢ ἀπολλύμενον· αἱ δὲ προσηγορίαι τοὺς ἀνθρώπους ταράττουσιν. οὐ γὰρ ἡ γένεσίς ἐστι ζωῆ⟨ς ἀρχή⟩, ἀλλ᾽ [ἡ] αἰσθήσεως· οὐδὲ ἡ μεταβολὴ θάνατος, ἀλλὰ λήθη. τούτων τοίνυν οὕτως ἐχόντων, ἀθάνατα πάντα ⟨⟨ἐξ ὧΝ πᾶν ζῷον συνέστηκε⟨ν⟩⟩⟩, ἡ ὕλη [ζωή,] τὸ πνεῦμα [ὁ νοῦς], ⟨ἡ⟩ ψυχή [[ἐξ οὗ πᾶν ζῷον συνέστηκε]]· πᾶν ἄρα ζῷον ἀθάνατον δι⟨ὰ τὴν ἀθανασίαν⟩ αὐτῶν. πάντων δὲ μᾶλλον ⟨ἀθάνατος⟩ ὁ ἄνθρωπος, ὁ καὶ τοῦ θεοῦ δεκτικὸς καὶ τῷ θεῷ συνουσιαστικός. τούτῳ γὰρ μόνῳ τῷ ζώῳ ὁ θεὸς ὁμιλεῖ, νυκτὸς μὲν δι᾽ ὀνείρων, ἡμέρας δὲ διὰ συμβόλων, καὶ διὰ πάντων αὐτῷ προλέγει τὰ μέλλοντα, διὰ ὀρνέων, διὰ σπλάγχνων, διὰ πνεύματος, διὰ δρυός· διὸ καὶ ἐπαγγέλλεται ὁ ἄνθρωπος ἐπίστασθαι τὰ προγεγενημένα καὶ ἐνεστῶτα καὶ μέλλοντα. κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι ἕκαστον τῶν ζῴων ἑνὶ μέρει ἐπιφοιτᾷ τοῦ κόσμου, τὰ μὲν ἔνυδρα τῷ ὕδατι, τὰ δὲ χερσαῖα τῇ γῇ, τὰ δὲ μετάρσια τῷ ἀέρι· ὁ δὲ ἄνθρωπος τούτοις πᾶσι χρῆται, γῇ, ὕδατι, ἀέρι [πυρί]· ὁρᾷ δὲ καὶ οὐρανόν, ἅπτεται δὲ καὶ τούτου αἰσθήσει. ⟨...⟩ [ὁ δὲ θεὸς καὶ περὶ πάντα καὶ διὰ πάντων.] ⎡ἐνέργεια γάρ ἐστι δύναμις.⎤ καὶ οὐδὲν δύσκολόν ἐστι νοῆσαι τὸν θεόν, ὦ τέκνον, εἰ δὲ θέλεις, [[αὑτὸν]] καὶ θεωαρῆσαι ⟨⟨αὐτόν⟩⟩.