<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="16"><p>διὸ καὶ θεὸν εἶναι ἀνάγκη. πῶς ἂν οὖν δύναιτο, ὦ τέκνον, ἐν τῷ θεῷ, ἐν τῇ τοῦ πατρὸς εἰκόνι, ἐν τῷ τῆς ζωῆς πληρώματι, νεκρὰ εἶναι; ἡ γὰρ νεκρότης φθορά ἐστιν, ἡ δὲ φθορὰ ἀπώλεια. πῶς οὖν μέρος τι δύναται φθαρῆναι τοῦ ἀφθάρτου, ἢ ἀπολέσ⟨θ⟩αι τι τοῦ θεοῦ;—Οὐκ ἀποθνήσκει οὖν, ὦ πάτερ, τὰ ἐν αὐτῷ ζῷα, ὄντα αὐτοῦ μέρη; —Εὐφήμησον, ὦ τέκνον, πλανώμενος τῇ προσηγορίᾳ τοῦ γινομένον. οὐ γὰρ ἀποθνήσκει, ὦ τέκνον, ἀλλ᾽ ὡς σύνθετα σώματα διαλύεται. ἡ δὲ διάλυσις οὐ θάνατός ἐστιν, ἀλλὰ <pb facs="ScottHermeticaVolOne_0237"/> κράματος ⎡διάλυσις⎤· διαλύεται δὲ οὐχ ἵν᾽ ἀπόληται, ἀλλ᾽ ἵνα νέα γένηται. ἐπεὶ τίς τῆς ζωῆς ἐστιν ἡ ἐνέργεια; οὐχὶ κίνησις; τί οὖν ἐν τῷ κόσμῳ ἀκίνητον; οὐδέν, ὦ τέκνον.—</p></div></div></body></text></TEI>