διὸ καὶ θεὸν εἶναι ἀνάγκη. πῶς ἂν οὖν δύναιτο, ὦ τέκνον, ἐν τῷ θεῷ, ἐν τῇ τοῦ πατρὸς εἰκόνι, ἐν τῷ τῆς ζωῆς πληρώματι, νεκρὰ εἶναι; ἡ γὰρ νεκρότης φθορά ἐστιν, ἡ δὲ φθορὰ ἀπώλεια. πῶς οὖν μέρος τι δύναται φθαρῆναι τοῦ ἀφθάρτου, ἢ ἀπολέσ⟨θ⟩αι τι τοῦ θεοῦ;—Οὐκ ἀποθνήσκει οὖν, ὦ πάτερ, τὰ ἐν αὐτῷ ζῷα, ὄντα αὐτοῦ μέρη; —Εὐφήμησον, ὦ τέκνον, πλανώμενος τῇ προσηγορίᾳ τοῦ γινομένον. οὐ γὰρ ἀποθνήσκει, ὦ τέκνον, ἀλλ᾽ ὡς σύνθετα σώματα διαλύεται. ἡ δὲ διάλυσις οὐ θάνατός ἐστιν, ἀλλὰ κράματος ⎡διάλυσις⎤· διαλύεται δὲ οὐχ ἵν᾽ ἀπόληται, ἀλλ᾽ ἵνα νέα γένηται. ἐπεὶ τίς τῆς ζωῆς ἐστιν ἡ ἐνέργεια; οὐχὶ κίνησις; τί οὖν ἐν τῷ κόσμῳ ἀκίνητον; οὐδέν, ὦ τέκνον.—