<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="14b"><p rend="indent">⟨...⟩ ἀνάγκη δὲ καὶ [ἡ] πρόνοια καὶ [ἡ] φύσις ὄργανά ἐστι ⟨τῆς διοικήσεως⟩ τοῦ κόσμου, καὶ τῆς τάξεως τῆς ὕλης. </p></div><div type="textpart" subtype="section" n="14c"><p rend="indent">καὶ τῶν μὲν νοητῶν ἕκαστόν ἐστιν ⟨ἕν⟩ [οὐσία], οὐσία δὲ αὐτῶν ἡ ταυτότης· τῶν δὲ τοῦ παντὸς σωμάτων ἕκαστον πολλά ἐστιν. ⟨⟨καὶ ἡ ὕλη μία·⟩⟩ ἔχετα⟨ι⟩ γὰρ τῆϲ ταυτότητοϲ τὰ ⟨ἀ⟩σύνθετα σώματα, καὶ τὴν μεταβολὴν εἰς ἄλληλα ποιούμενα, ἀεὶ τῆς ταυτότητος τὴν ἀφθαρσίαν σώζει. ἐν δὲ τοῖ [ἄλλοις] συνθέτοις πᾶσι σώμασιν ἀριθμὸς ἑκάστου ἐστί· </p></div><div type="textpart" subtype="section" n="15a"><p>χωρὶς γὰρ ἀριθμοῦ σύστασιν ἢ σύνθεσιν [ἢ διάλυσιν] ἀδύνατον γενέσθαι. αἱ δὲ ἑνάδες τὸν ἀριθμὸν γεννῶσι καὶ αὔξουσι, καὶ πάλιν διαλυόμενοΝ εἰς ἑαυτὰς δέχονται. [[καὶ ἡ ὕλη μία.]] </p></div><div type="textpart" subtype="section" n="15b"><p rend="indent">ὁ δὲ σύμπας κόσμος οὗτος, ὁ μέγας θεός, καὶ τοῦ μείζονος εἰκών, καὶ ἡνωμένος ἐκείνῳ, καὶ σώζων τὴν τάξιν κατ⟨ὰ τὴν⟩ βούλησιν τοῦ πατρός, πλήρωμά ἐστι τῆς ζωῆς· καὶ οὐδέν ἐστιν ἐν τούτῳ, διὰ παντὸς τοῦ αἰῶνος ⟨⟨ἀπὸ⟩⟩ τῆς πρώΤΗς [[ἀπο]]καταστάσεως, οὔτε τοῦ παντὸς οὔτε τῶν κατὰ μέρος, ὃ οὐχὶ ζῇ. νεκρὸν γὰρ οὐδὲ ἓν οὔτε γέγονεν οὔτε ἐστὶν οὔτε ἔσται ἐν ⟨τῷ⟩ κόσμῳ. ζῷον γὰρ ἠθέλησεν ὁ πατὴρ αὐτὸ⟨ν⟩ εἶναι ἔστ᾽ ἂν συνεστήκῌ· </p></div><div type="textpart" subtype="section" n="16"><p>διὸ καὶ θεὸν εἶναι ἀνάγκη. πῶς ἂν οὖν δύναιτο, ὦ τέκνον, ἐν τῷ θεῷ, ἐν τῇ τοῦ πατρὸς εἰκόνι, ἐν τῷ τῆς ζωῆς πληρώματι, νεκρὰ εἶναι; ἡ γὰρ νεκρότης φθορά ἐστιν, ἡ δὲ φθορὰ ἀπώλεια. πῶς οὖν μέρος τι δύναται φθαρῆναι τοῦ ἀφθάρτου, ἢ ἀπολέσ⟨θ⟩αι τι τοῦ θεοῦ;—Οὐκ ἀποθνήσκει οὖν, ὦ πάτερ, τὰ ἐν αὐτῷ ζῷα, ὄντα αὐτοῦ μέρη; —Εὐφήμησον, ὦ τέκνον, πλανώμενος τῇ προσηγορίᾳ τοῦ γινομένον. οὐ γὰρ ἀποθνήσκει, ὦ τέκνον, ἀλλ᾽ ὡς σύνθετα σώματα διαλύεται. ἡ δὲ διάλυσις οὐ θάνατός ἐστιν, ἀλλὰ <pb facs="ScottHermeticaVolOne_0237"/> κράματος ⎡διάλυσις⎤· διαλύεται δὲ οὐχ ἵν᾽ ἀπόληται, ἀλλ᾽ ἵνα νέα γένηται. ἐπεὶ τίς τῆς ζωῆς ἐστιν ἡ ἐνέργεια; οὐχὶ κίνησις; τί οὖν ἐν τῷ κόσμῳ ἀκίνητον; οὐδέν, ὦ τέκνον.—</p></div></div></body></text></TEI>