<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="13b"><p rend="indent">ὁ γὰρ μακάριος θεὸς Ἀγαθὸς Δαίμων ψυχὴν μὲν ἐν σώματι ἔφη εἶναι, νοῦν δὲ ἐν ψυχῇ, [λόγον] ⟨θεὸν⟩ δὲ ἐν τῷ νῷ. [τὸν οὖν θεὸν τούτων πατέρα.] </p></div><div type="textpart" subtype="section" n="14a"><p>[[ὁ οὖν λόγος ἐστὶν εἰκὼν καὶ νοῦς τοῦ θεοῦ]] [καὶ τὸ σῶμα δὲ τῆς ἰδέας, ἡ δὲ ἰδέα τῆς ψυχῆς.] ἔστιν οὖν τῆς μὲν ὕλης τὸ λεπτομερέστατον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός. καὶ ὁ μὲν θεὸς περὶ πάντα καὶ διὰ πάντων, ὁ δὲ νοῦς περὶ τὴν ψυχήν, ἡ δὲ ψυχὴ περὶ τὸν ἀέρα, ὁ δὲ ἀὴρ περὶ τὴν ὕλην. <pb facs="ScottHermeticaVolOne_0235"/></p></div><div type="textpart" subtype="section" n="14b"><p rend="indent">⟨...⟩ ἀνάγκη δὲ καὶ [ἡ] πρόνοια καὶ [ἡ] φύσις ὄργανά ἐστι ⟨τῆς διοικήσεως⟩ τοῦ κόσμου, καὶ τῆς τάξεως τῆς ὕλης. </p></div><div type="textpart" subtype="section" n="14c"><p rend="indent">καὶ τῶν μὲν νοητῶν ἕκαστόν ἐστιν ⟨ἕν⟩ [οὐσία], οὐσία δὲ αὐτῶν ἡ ταυτότης· τῶν δὲ τοῦ παντὸς σωμάτων ἕκαστον πολλά ἐστιν. ⟨⟨καὶ ἡ ὕλη μία·⟩⟩ ἔχετα⟨ι⟩ γὰρ τῆϲ ταυτότητοϲ τὰ ⟨ἀ⟩σύνθετα σώματα, καὶ τὴν μεταβολὴν εἰς ἄλληλα ποιούμενα, ἀεὶ τῆς ταυτότητος τὴν ἀφθαρσίαν σώζει. ἐν δὲ τοῖ [ἄλλοις] συνθέτοις πᾶσι σώμασιν ἀριθμὸς ἑκάστου ἐστί· </p></div></div></body></text></TEI>