ὁ γὰρ μακάριος θεὸς Ἀγαθὸς Δαίμων ψυχὴν μὲν ἐν σώματι ἔφη εἶναι, νοῦν δὲ ἐν ψυχῇ, [λόγον] ⟨θεὸν⟩ δὲ ἐν τῷ νῷ. [τὸν οὖν θεὸν τούτων πατέρα.] [[ὁ οὖν λόγος ἐστὶν εἰκὼν καὶ νοῦς τοῦ θεοῦ]] [καὶ τὸ σῶμα δὲ τῆς ἰδέας, ἡ δὲ ἰδέα τῆς ψυχῆς.] ἔστιν οὖν τῆς μὲν ὕλης τὸ λεπτομερέστατον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός. καὶ ὁ μὲν θεὸς περὶ πάντα καὶ διὰ πάντων, ὁ δὲ νοῦς περὶ τὴν ψυχήν, ἡ δὲ ψυχὴ περὶ τὸν ἀέρα, ὁ δὲ ἀὴρ περὶ τὴν ὕλην. ⟨...⟩ ἀνάγκη δὲ καὶ [ἡ] πρόνοια καὶ [ἡ] φύσις ὄργανά ἐστι ⟨τῆς διοικήσεως⟩ τοῦ κόσμου, καὶ τῆς τάξεως τῆς ὕλης. καὶ τῶν μὲν νοητῶν ἕκαστόν ἐστιν ⟨ἕν⟩ [οὐσία], οὐσία δὲ αὐτῶν ἡ ταυτότης· τῶν δὲ τοῦ παντὸς σωμάτων ἕκαστον πολλά ἐστιν. ⟨⟨καὶ ἡ ὕλη μία·⟩⟩ ἔχετα⟨ι⟩ γὰρ τῆϲ ταυτότητοϲ τὰ ⟨ἀ⟩σύνθετα σώματα, καὶ τὴν μεταβολὴν εἰς ἄλληλα ποιούμενα, ἀεὶ τῆς ταυτότητος τὴν ἀφθαρσίαν σώζει. ἐν δὲ τοῖ [ἄλλοις] συνθέτοις πᾶσι σώμασιν ἀριθμὸς ἑκάστου ἐστί·