<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="12"><p rend="indent">Κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι δύο ταῦτα τῷ ἀνθρώπῳ ὁ θεὸς παρὰ πάντα τὰ θνητὰ ζῷα ἐχαρίσατο, τόν τε νοῦν καὶ τὸν λόγον, ἰσότιμα τῇ ἀθανασίᾳ· [τὸν δὲ προφορικὸν ⟨λ⟩έΓει·] τούτοις δὲ εἴ τις χρήσαιτο εἰς ἃ δεῖ, οὐδὲν τῶν ἀθανάτων διοίσει, μᾶλλον δὲ ⟨τῷ ἐν σώματι εἶναι μόνον διοίσει,⟩ καὶ ἐξελθὼν ἐκ τοῦ σώματος, ὁδηγηθήσεται ὑπὸ ἀμφοτερων εἰς τὴν τῶν θεῶν καὶ μακάρων χορόν.—</p></div></div></body></text></TEI>