<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="11"><p>πάντα, ὦ τέκνον, τὰ ἐν σώματι [[άσάῶματα]] παθητά. καὶ κυρίως ⟨μὲν⟩ αὐτά ἐστι ⟨⟨⟨τ⟩ὰ σώματα⟩⟩ παθη⟨τά⟩· ⟨⟨καὶ τὰ ἀσώματα δὲ⟩⟩ ⟨...⟩. πᾶν γὰρ τὸ κινοῦν ἀσώματον, πᾶν δὲ τὸ κινούμενον σῶμα· [[καὶ τὰ ἀσώματα δὲ]] [κινεῖται ὑπὸ τοῦ νοῦ·] [κίνησις δὲ πάθος·] πάσχει οὖν ἀμφότερα, καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον. ⟨ὥστε καὶ ὁ νοῦς, ἐν σώματι μὲν ὤν, παθητός ἐστιν,⟩ ἀπαλλαγεὶς δὲ τοῦ σώματος, ἀπηλλάγη καὶ τοῦ πάθους. ⎡μᾶλλον δέ ποτε, ὦ τέκνον, οὐδὲν ἀπαθές, πάντα δὲ παθητά. διαφέρει δὲ πάθος παθητοῦ. τὸ μὲν γὰρ ἐνεργεῖ, τὸ δὲ πάσχει· τὰ δὲ σώματα καὶ καθ᾽ αὑτὰ ἐνεργεῖ. ἢ γὰρ ἀκίνητά ἐστιν ἢ κινεῖται· ὁπότερον δὲ <pb facs="ScottHermeticaVolOne_0233"/> ἂν ᾖ, πάθος ἐστί. τὰ δὲ ἀσώματα ἀεὶ ἐνεργεῖται, καὶ διὰ τοῦτο παθητά ἐστι.⎤ μὴ οὖν σε αἱ προσηγορίαι ταραττέταωσαν· ⎡ἡ τὲ γὰρ ἐνέργεια καὶ τὸ πάθος ταὐτόν ἐστιν·⎤ εὐφημοτέρῳ δὲ τῷ ὀνόματι χρήσασθαι οὐ λυπεῖ.—Σαφέστα, ὦ πάτερ, τὸν λόγον ἀποδέδαωκας.—</p></div></div></body></text></TEI>