πάντα, ὦ τέκνον, τὰ ἐν σώματι [[άσάῶματα]] παθητά. καὶ κυρίως ⟨μὲν⟩ αὐτά ἐστι ⟨⟨⟨τ⟩ὰ σώματα⟩⟩ παθη⟨τά⟩· ⟨⟨καὶ τὰ ἀσώματα δὲ⟩⟩ ⟨...⟩. πᾶν γὰρ τὸ κινοῦν ἀσώματον, πᾶν δὲ τὸ κινούμενον σῶμα· [[καὶ τὰ ἀσώματα δὲ]] [κινεῖται ὑπὸ τοῦ νοῦ·] [κίνησις δὲ πάθος·] πάσχει οὖν ἀμφότερα, καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον. ⟨ὥστε καὶ ὁ νοῦς, ἐν σώματι μὲν ὤν, παθητός ἐστιν,⟩ ἀπαλλαγεὶς δὲ τοῦ σώματος, ἀπηλλάγη καὶ τοῦ πάθους. ⎡μᾶλλον δέ ποτε, ὦ τέκνον, οὐδὲν ἀπαθές, πάντα δὲ παθητά. διαφέρει δὲ πάθος παθητοῦ. τὸ μὲν γὰρ ἐνεργεῖ, τὸ δὲ πάσχει· τὰ δὲ σώματα καὶ καθ᾽ αὑτὰ ἐνεργεῖ. ἢ γὰρ ἀκίνητά ἐστιν ἢ κινεῖται· ὁπότερον δὲ ἂν ᾖ, πάθος ἐστί. τὰ δὲ ἀσώματα ἀεὶ ἐνεργεῖται, καὶ διὰ τοῦτο παθητά ἐστι.⎤ μὴ οὖν σε αἱ προσηγορίαι ταραττέταωσαν· ⎡ἡ τὲ γὰρ ἐνέργεια καὶ τὸ πάθος ταὐτόν ἐστιν·⎤ εὐφημοτέρῳ δὲ τῷ ὀνόματι χρήσασθαι οὐ λυπεῖ.—Σαφέστα, ὦ πάτερ, τὸν λόγον ἀποδέδαωκας.—