<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="11"><p>πάντα, ὦ τέκνον, τὰ ἐν σώματι [[άσάῶματα]] παθητά. καὶ κυρίως ⟨μὲν⟩ αὐτά ἐστι ⟨⟨⟨τ⟩ὰ σώματα⟩⟩ παθη⟨τά⟩· ⟨⟨καὶ τὰ ἀσώματα δὲ⟩⟩ ⟨...⟩. πᾶν γὰρ τὸ κινοῦν ἀσώματον, πᾶν δὲ τὸ κινούμενον σῶμα· [[καὶ τὰ ἀσώματα δὲ]] [κινεῖται ὑπὸ τοῦ νοῦ·] [κίνησις δὲ πάθος·] πάσχει οὖν ἀμφότερα, καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον. ⟨ὥστε καὶ ὁ νοῦς, ἐν σώματι μὲν ὤν, παθητός ἐστιν,⟩ ἀπαλλαγεὶς δὲ τοῦ σώματος, ἀπηλλάγη καὶ τοῦ πάθους. ⎡μᾶλλον δέ ποτε, ὦ τέκνον, οὐδὲν ἀπαθές, πάντα δὲ παθητά. διαφέρει δὲ πάθος παθητοῦ. τὸ μὲν γὰρ ἐνεργεῖ, τὸ δὲ πάσχει· τὰ δὲ σώματα καὶ καθ᾽ αὑτὰ ἐνεργεῖ. ἢ γὰρ ἀκίνητά ἐστιν ἢ κινεῖται· ὁπότερον δὲ <pb facs="ScottHermeticaVolOne_0233"/> ἂν ᾖ, πάθος ἐστί. τὰ δὲ ἀσώματα ἀεὶ ἐνεργεῖται, καὶ διὰ τοῦτο παθητά ἐστι.⎤ μὴ οὖν σε αἱ προσηγορίαι ταραττέταωσαν· ⎡ἡ τὲ γὰρ ἐνέργεια καὶ τὸ πάθος ταὐτόν ἐστιν·⎤ εὐφημοτέρῳ δὲ τῷ ὀνόματι χρήσασθαι οὐ λυπεῖ.—Σαφέστα, ὦ πάτερ, τὸν λόγον ἀποδέδαωκας.—</p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">Κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι δύο ταῦτα τῷ ἀνθρώπῳ ὁ θεὸς παρὰ πάντα τὰ θνητὰ ζῷα ἐχαρίσατο, τόν τε νοῦν καὶ τὸν λόγον, ἰσότιμα τῇ ἀθανασίᾳ· [τὸν δὲ προφορικὸν ⟨λ⟩έΓει·] τούτοις δὲ εἴ τις χρήσαιτο εἰς ἃ δεῖ, οὐδὲν τῶν ἀθανάτων διοίσει, μᾶλλον δὲ ⟨τῷ ἐν σώματι εἶναι μόνον διοίσει,⟩ καὶ ἐξελθὼν ἐκ τοῦ σώματος, ὁδηγηθήσεται ὑπὸ ἀμφοτερων εἰς τὴν τῶν θεῶν καὶ μακάρων χορόν.—</p></div><div type="textpart" subtype="section" n="13a"><p>Τὰ γὰρ ἄλλα ζῷα λόγῳ οὐ χρῆται, ὦ πάτερ;—Οὔ, τέκνον, ἀλλὰ φωνῇ. πάμπολυ δὲ διαφέρει λόγος φωνῆς· ὁ μὲν γὰρ λόγος κοινὸς πάντων ἀνθρώπων, ἰδία δὲ ἑκάστου φωνή ἐστι γένους ζῴου.—Ἀλλὰ καὶ τῶν ἀνθρώπων, ὦ πάτερ, ἕκαστον κατὰ ἔθνος διάφορος ὁ λόγος. —Διάφορος μέν, ὦ τέκνον, ⟨ἡ διάλεκτος,⟩ εἷς δὲ ὁ ἄνθρωπος, οὕτω καὶ ὁ λόγος εἷς ἐστι· καὶ μεθερμηνεύεται, καὶ ὁ αὐτὸς εὑρίσκεται καὶ ἐν Αἰγύπτῳ καὶ Περσίδι καὶ Ἑλλάδι. ⟨...⟩ ⟨⟨ὁ οὖν λόγος ἐστὶν εἰκὼν ⟨τοῦ νοῦ⟩, καὶ ⟨ὁ⟩ νοῦς τοῦ θεοῦ.⟩⟩ </p></div><div type="textpart" subtype="section" n="13b"><p rend="indent">ὁ γὰρ μακάριος θεὸς Ἀγαθὸς Δαίμων ψυχὴν μὲν ἐν σώματι ἔφη εἶναι, νοῦν δὲ ἐν ψυχῇ, [λόγον] ⟨θεὸν⟩ δὲ ἐν τῷ νῷ. [τὸν οὖν θεὸν τούτων πατέρα.] </p></div><div type="textpart" subtype="section" n="14a"><p>[[ὁ οὖν λόγος ἐστὶν εἰκὼν καὶ νοῦς τοῦ θεοῦ]] [καὶ τὸ σῶμα δὲ τῆς ἰδέας, ἡ δὲ ἰδέα τῆς ψυχῆς.] ἔστιν οὖν τῆς μὲν ὕλης τὸ λεπτομερέστατον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός. καὶ ὁ μὲν θεὸς περὶ πάντα καὶ διὰ πάντων, ὁ δὲ νοῦς περὶ τὴν ψυχήν, ἡ δὲ ψυχὴ περὶ τὸν ἀέρα, ὁ δὲ ἀὴρ περὶ τὴν ὕλην. <pb facs="ScottHermeticaVolOne_0235"/></p></div></div></body></text></TEI>