πάντα, ὦ τέκνον, τὰ ἐν σώματι [[άσάῶματα]] παθητά. καὶ κυρίως ⟨μὲν⟩ αὐτά ἐστι ⟨⟨⟨τ⟩ὰ σώματα⟩⟩ παθη⟨τά⟩· ⟨⟨καὶ τὰ ἀσώματα δὲ⟩⟩ ⟨...⟩. πᾶν γὰρ τὸ κινοῦν ἀσώματον, πᾶν δὲ τὸ κινούμενον σῶμα· [[καὶ τὰ ἀσώματα δὲ]] [κινεῖται ὑπὸ τοῦ νοῦ·] [κίνησις δὲ πάθος·] πάσχει οὖν ἀμφότερα, καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον. ⟨ὥστε καὶ ὁ νοῦς, ἐν σώματι μὲν ὤν, παθητός ἐστιν,⟩ ἀπαλλαγεὶς δὲ τοῦ σώματος, ἀπηλλάγη καὶ τοῦ πάθους. ⎡μᾶλλον δέ ποτε, ὦ τέκνον, οὐδὲν ἀπαθές, πάντα δὲ παθητά. διαφέρει δὲ πάθος παθητοῦ. τὸ μὲν γὰρ ἐνεργεῖ, τὸ δὲ πάσχει· τὰ δὲ σώματα καὶ καθ᾽ αὑτὰ ἐνεργεῖ. ἢ γὰρ ἀκίνητά ἐστιν ἢ κινεῖται· ὁπότερον δὲ ἂν ᾖ, πάθος ἐστί. τὰ δὲ ἀσώματα ἀεὶ ἐνεργεῖται, καὶ διὰ τοῦτο παθητά ἐστι.⎤ μὴ οὖν σε αἱ προσηγορίαι ταραττέταωσαν· ⎡ἡ τὲ γὰρ ἐνέργεια καὶ τὸ πάθος ταὐτόν ἐστιν·⎤ εὐφημοτέρῳ δὲ τῷ ὀνόματι χρήσασθαι οὐ λυπεῖ.—Σαφέστα, ὦ πάτερ, τὸν λόγον ἀποδέδαωκας.— Κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι δύο ταῦτα τῷ ἀνθρώπῳ ὁ θεὸς παρὰ πάντα τὰ θνητὰ ζῷα ἐχαρίσατο, τόν τε νοῦν καὶ τὸν λόγον, ἰσότιμα τῇ ἀθανασίᾳ· [τὸν δὲ προφορικὸν ⟨λ⟩έΓει·] τούτοις δὲ εἴ τις χρήσαιτο εἰς ἃ δεῖ, οὐδὲν τῶν ἀθανάτων διοίσει, μᾶλλον δὲ ⟨τῷ ἐν σώματι εἶναι μόνον διοίσει,⟩ καὶ ἐξελθὼν ἐκ τοῦ σώματος, ὁδηγηθήσεται ὑπὸ ἀμφοτερων εἰς τὴν τῶν θεῶν καὶ μακάρων χορόν.— Τὰ γὰρ ἄλλα ζῷα λόγῳ οὐ χρῆται, ὦ πάτερ;—Οὔ, τέκνον, ἀλλὰ φωνῇ. πάμπολυ δὲ διαφέρει λόγος φωνῆς· ὁ μὲν γὰρ λόγος κοινὸς πάντων ἀνθρώπων, ἰδία δὲ ἑκάστου φωνή ἐστι γένους ζῴου.—Ἀλλὰ καὶ τῶν ἀνθρώπων, ὦ πάτερ, ἕκαστον κατὰ ἔθνος διάφορος ὁ λόγος. —Διάφορος μέν, ὦ τέκνον, ⟨ἡ διάλεκτος,⟩ εἷς δὲ ὁ ἄνθρωπος, οὕτω καὶ ὁ λόγος εἷς ἐστι· καὶ μεθερμηνεύεται, καὶ ὁ αὐτὸς εὑρίσκεται καὶ ἐν Αἰγύπτῳ καὶ Περσίδι καὶ Ἑλλάδι. ⟨...⟩ ⟨⟨ὁ οὖν λόγος ἐστὶν εἰκὼν ⟨τοῦ νοῦ⟩, καὶ ⟨ὁ⟩ νοῦς τοῦ θεοῦ.⟩⟩ ὁ γὰρ μακάριος θεὸς Ἀγαθὸς Δαίμων ψυχὴν μὲν ἐν σώματι ἔφη εἶναι, νοῦν δὲ ἐν ψυχῇ, [λόγον] ⟨θεὸν⟩ δὲ ἐν τῷ νῷ. [τὸν οὖν θεὸν τούτων πατέρα.] [[ὁ οὖν λόγος ἐστὶν εἰκὼν καὶ νοῦς τοῦ θεοῦ]] [καὶ τὸ σῶμα δὲ τῆς ἰδέας, ἡ δὲ ἰδέα τῆς ψυχῆς.] ἔστιν οὖν τῆς μὲν ὕλης τὸ λεπτομερέστατον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός. καὶ ὁ μὲν θεὸς περὶ πάντα καὶ διὰ πάντων, ὁ δὲ νοῦς περὶ τὴν ψυχήν, ἡ δὲ ψυχὴ περὶ τὸν ἀέρα, ὁ δὲ ἀὴρ περὶ τὴν ὕλην.