<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="10"><p>ἐκεῖνο δέ μοι ἔτι διασάφησον· ἔλεγες γὰρ τὸν νοῦν ἐν τοῖς ἀλόγοις ζῴοις φύσεως δίκην ἐνεργεῖν, συνεργοῦντα αὐτῶν ταῖς ὁρμαῖς. αἱ δὲ ὁρμαὶ τῶν ἀλόγων ζῴων, ὡς οἶμαι, πάθη εἰσίν· εἰ δὲ καὶ ὁ νοῦς συνεργεῖ ταῖς ὁρμαῖς, αἱ δὲ ὁρμαὶ πάθη, καὶ ὁ νοῦς ἄρα παθ⟨ητ⟩ός ἐστι, συγχρω[μα]τίζων τοῖς πάθεσιν.—Εὖγε, ὦ τέκνον· γενναίως πυνθάνῃ, δίκαιον δὲ κἀμὲ ἀποκρίνασθαι. </p></div></div></body></text></TEI>