<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0225"/> Ὁ νοῦς, ὦ Τάτ, ἐξ αὐτῆς τῆς τοῦ θεοῦ οὐσίας ἐστίν, εἴ γέ τις ἔστιν οὐσία θεοῦ· καὶ ποία τις οὖσα τυγχάνει, αὐτὸς μόνος ἀκριβῶς [αὐτὸν] οἶδεν. ὁ νοῦς οὖν οὐκ ἔστιν ἀπο τετμημένος <pb facs="ScottHermeticaVolOne_0227"/> τῆς οὐσιότητος τοῦ θεοῦ, ἀλλ᾽ ὥσπερ ἡπλωμένος, καθάπερ τὸ τοῦ ἡλίου φῶς. οὗτος δὲ ὁ νοῦς ἐν μὲν ἀνθρώποις ⎡θεός⎤ ἐστι· διὸ καί τινες τῶν ἀνθρώπων θε⟨ῖ⟩οί εἰσι, καὶ ἡ ⟨τ⟩ούτωΝ ἀνθρωπότης ἐγγύς ἐστι τῆς θεότητος· καὶ γὰρ ὁ Ἀγαθὸς Δαίμων τοὺς μὲν θεοὺς ⟨ἀνθρώπους⟩ εἶπεν ἀθανάτους, τοὺς δὲ ἀνθρώπους θεοὺς θνητούς. ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ⟨...⟩ ἡ φύσις ἐστίν. </p></div></div></body></text></TEI>