Ὁ νοῦς, ὦ Τάτ, ἐξ αὐτῆς τῆς τοῦ θεοῦ οὐσίας ἐστίν, εἴ γέ τις ἔστιν οὐσία θεοῦ· καὶ ποία τις οὖσα τυγχάνει, αὐτὸς μόνος ἀκριβῶς [αὐτὸν] οἶδεν. ὁ νοῦς οὖν οὐκ ἔστιν ἀπο τετμημένος τῆς οὐσιότητος τοῦ θεοῦ, ἀλλ᾽ ὥσπερ ἡπλωμένος, καθάπερ τὸ τοῦ ἡλίου φῶς. οὗτος δὲ ὁ νοῦς ἐν μὲν ἀνθρώποις ⎡θεός⎤ ἐστι· διὸ καί τινες τῶν ἀνθρώπων θε⟨ῖ⟩οί εἰσι, καὶ ἡ ⟨τ⟩ούτωΝ ἀνθρωπότης ἐγγύς ἐστι τῆς θεότητος· καὶ γὰρ ὁ Ἀγαθὸς Δαίμων τοὺς μὲν θεοὺς ⟨ἀνθρώπους⟩ εἶπεν ἀθανάτους, τοὺς δὲ ἀνθρώπους θεοὺς θνητούς. ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ⟨...⟩ ἡ φύσις ἐστίν. ὅπου γὰρ [ψυχή, ἐκεῖ καὶ νοῦς ἐστιν, ὥσπερ ὅπου καὶ] ζωή, ἐκεῖ καὶ ψυχή ἐστιν· ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἡ ψυχή [ζωή] ἐστι κενὴ τοῦ νοῦ. ὁ γὰρ νοῦς ψυχῶν ἐστιν εὐεργέτης ἀνθρώπων· ἐργάζεται γὰρ αὐτα⟨ῖ⟩ς [εἰς] τὸ ἀγαθόν. καὶ τοῖς μὲν ἀλόγοις τῇ ⟨ἰ⟩δί⟨ᾳ⟩ ἑκάστου φύσει συπεργεῖ, ταῖς δὲ τῶν ἀνθρώπων ἀντιπράσσει. ψυχὴ γὰρ πᾶσα, ἐν σώματι γενομένη, εὐθέως ὑπό τε τῆς λύπης καὶ τῆς ἡδονῆς κακίζεται· σώματος γὰρ συνθέτου ὥσπερ χυμοὶ ζέουσιν ἥ τε λύπη καὶ ἡ ἡδονή, εἰς ἃς ἐμβᾶσα ἡ ψυχὴ βαπτίζεται. ὅσαις ἂν οὖν ψυχαῖς ὁ νοῦς ἐπιστατήσῃ, ταύταις φαίνει ἑαυτοῦ τὸ φέγγος, ἀντιπράσσων αὐτῶν τοῖς προλήμμασιν. ὥσπερ ⟨γὰρ⟩ ἰατρὸς ἀγαθὸς λυπεῖ τὸ σῶμα προειλημμένον ὑπὸ νόσου καίων ἢ τέμνων, τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς ⟨τὴν⟩ ψυχὴν λυπεῖ, ἐξυφαιρῶν αὐτῆς τὴν ἡδονήν, ἀφ᾽ ἧς πᾶσα νόσος ψυχῆς γίνεται. νόσος δὲ μεγάλη ψυχῆς ἀθεότης· ἐπεὶ τα⟨ῖς τῶν ἀθέων⟩ δόξα[ε]ις πάντα τὰ κακὰ ἐπακολουθεῖ, καὶ ἀγαθὸν οὐδέν. ἆρ᾽ οὖν ὁ νοῦς, ἀντιπράσσων αὐτῇ, τὸ ἀγαθὸν περιποιεῖται τῇ ψυχῇ, ὥσπερ καὶ ὁ ἰατρὸς τῷ σώματι τὴν ὑγίειαν. ὅσαι δὲ ψυχαὶ ἀνθρώπιναι οὐκ ἔτυχον κυβερνήτου τοῦ νοῦ, τὸ αὐτὸ πάσχουσι ταῖς τῶν ἀλόγων ζῴων. συνεργὸς γὰρ αὐταῖς γενόμενος, καὶ ἀνέσας τὰς ἐπιθυμίας, ⟨...⟩ εἰς ἃς φέρονται τῇ ῥύμῃ τῆς ὀρέξεως, πρὸς τὸ ἄλογον συντείνουσαι. καὶ ὥσπερ τὰ ἄλογα τῶν ζῴων, ἀλόγως θυμούμεναι καὶ ἀλόγως ἐπιθυμοῦσαι οὐ παύονται, οὐδὲ κόρον ἔχουσι τῶν κακῶν· θυμοὶ γὰρ καὶ ἐπιθυμίαι ἄλογοι κακίαι ὑπερβάλλουσαι. ταύταις δὲ ὥσπερ τιμωρὸν καὶ ἔλεγχον ὁ θεὸς ἐπέστησε τὸν νόμον.— Ἐνταῦθα, ὦ πάτερ, ὁ περὶ τῆς εἱμαρμένης λόγος, ὃ⟨ν⟩ ἔμπροσθέν μοι ⟨δι⟩εξελήλυθας, κινδυνεύει ἀνατρέπεσθαι. εἰ γὰρ πάντως εἵμαρται τῷδέ τινι μοιχεῦσαι, ἢ ἱεροσυλῆσαι, ἢ ἄλλο τι κακὸν δρᾶσαι, διὰ τί κολάζεται ὁ [ἐξ] ἀναγκ⟨ασάσ⟩ης τῆς εἱμαρμένης δράσας τὸ ἔργον; εἱμαρμένης γὰρ πάντα τὰ ἔργα.—⟨...,⟩ ὦ τέκνον, καὶ χωρὶς ἐκείνης οὐδὲν [τι] τῶν σωματικῶν, οὔτε ἀγαθὸν οὔτε κακόν, γενέσθαι συμβαίνει· εἵμαρται δὲ καὶ ⟨τὸν⟩ τὸ κακὸν ποιήσαντα [τὸ] ⟨κακὸν⟩ παθεῖν· καὶ διὰ τοῦτο δρᾷ, ἵνα πάθῃ ὃ πάσχει ὅτι ἔδρασε.