θέασαι δῊ δι᾽ ἐμοῦ τὸν κόσμον ὑποκείμενον τῇ σῇ ὄψει, [τό τε κάλλος αὐτοῦ ἀκριβῶς κατανόησον,] σῶμα [μὲν] ἀκήρατον, καὶ οὗ παλαιότερον οὐδέν ἐστ[α]ι, διὰ παντὸς δὲ ἀκμαῖον καὶ νέον [καὶ μᾶλλον ἀκμαιότερον]. ἴδε καὶ τοὺς ὑποκειμένους ἑπτὰ κόσμους, κεκοσμημένους τάξει αἰωνίῳ, καὶ δρόμῳ διαφόρῳ τὸν αἰῶνα ἀναπληροῦντας. φωτὸς δὲ πάντα πλήρη, πῦρ δὲ οὐδαμοῦ ⟨. . .· τ⟩ῇ γὰρ φιλίᾳ ⟨⟨τῶν ἐναντίαων⟩⟩ καὶ ⟨τ⟩ῇ συγκράσει [[τῶν ἐναντίων]] [καὶ] τῶν ἀνομοίων ⟨τὸ πῦρ⟩ φῶς γέγονε, καταλαμπόμενον ὑπὸ τῆς τοῦ [θεοῦ] ⟨ἡλίου⟩ ἐνεργείας, ⟨τοῦ⟩ παντὸς ἀγαθοῦ γεννήτορος, καὶ πάσης τάξεως ἄρχοντος, καὶ ἡγεμόνος τῶν ἑπτὰ κόσμων. σελήνην ⟨ἴ⟩δε, ἐκείνων πρόδρομον πάντων, ὄργανον τῆς φύσεως, τὴν κάτω ὕλην μεταβάλλουσαν· τήν τε γῆν, μέσην τοῦ παντὸς ⟨⟨ἱδρυμένην⟩⟩, ὑποστάθμην τοῦ καλοῦ κόσμου [[ἱδρυμένην]], τροφὸν καὶ τιθήνην τῶν ἐπιγείων. θέασαι δὲ καὶ τὸ πλῆθος τῶν ἀθανατων ζῴων ὅσον ἐστί, καὶ τὸ τῶν θνητῶν, μέσην δὲ ἀμφοτέρων [τῶν τε ἀθανάτων καὶ τῶν θνητῶν] τὴν σελήνην περιπορευομένην. πάντα δὲ πλήρη ψυχῆς, καὶ πάντα κινούμενα, τὰ μὲν περὶ τὸν οὐρανόν, τὰ δὲ περὶ τὴν γῆν. [καὶ μήτε τὰ δεξιὰ ἐπὶ τὰ ἀριστερὰ μήτε τὰ ἀριστερὰ ἐπὶ τὰ δεξιά, μήτε τὰ ἄνω κάτω μήτε τὰ κάτω ἄνω.] καὶ ὅτι πάντα ταῦτα γεννητά, ὦ φίλτατε Ἑρμῆ, οὐκέτι ἐμοῦ χρῄζεις μαθεῖν. καὶ γὰρ σώματά ἐστι, καὶ ψυχὴν ἔχει, ⟨ᾗ⟩ καὶ κινεῖται· ταῦτα δὲ εἰς ἓν συνελθεῖν ἀδύνατον χωρὶς τοῦ συναγόντος. δεῖ οὖν ⟨τοιοῦτόν⟩ τινα εἶναι, ⟨⟨καὶ⟩⟩ τοῦτον [[καὶ]] πάντως ἕνα. [ἐν] διαφόρων γὰρ καὶ πολλῶν οὐσῶν τῶν κινήσεων, καὶ τῶν σωμάτων οὐχ ὁμοίων, μιᾶς δὲ κατὰ πάντων τάξεως τετα[γ]μένης, ἀδύνατον δύο ἢ πλείους ποιητὰς εἶναι. μία γὰρ ἐπὶ πολλῶν οὐ τηρεῖται τάξις· ζῆλος δὲ τοῖς πολλοῖς παρέψεται, ⟨. . .⟩ τοῦ κρείττονος, καὶ ἐριοῦσι. καὶ εἰ ἕτερος ἦν ὁ ποιητὴς τῶν μεταβλητῶν [ζῴων] καὶ θνητῶν, ἐπεθύμησεν ἂν καὶ ἀθανάτους ποιῆσαι, ὥσπερ καὶ ὁ τῶν ἀθανάτων θνητούς. φέρε δέ, εἰ καὶ δύο εἰσί, μιᾶς οὔσης τῆς ὕλης καὶ μιᾶς τῆς ψυχῆς, παρὰ τίνι [ἂν] αὐτῶν ἡ χορηγία [τῆς ποιήσεως]; εἰ δὲ καὶ παρὰ ἀμφοτέροις, παρὰ τίνι τὸ πλεῖον μέρος;