[καὶ ὁ μὲν θεὸς ἐν τῷ νῷ, ὁ δὲ νοῦς ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῇ ὕλῃ.] [πάντα δὲ ταῦτα διὰ τοῦ αἰῶνος.] τὸ δὲ πᾶν τοῦτο σῶμα, ἐν ᾧ τὰ πάντα ἐστὶ σώματα, ⟨ψυχῆς πλῆρές ἐστιν· ἡ δὲ⟩ ψυχὴ πλήρης τοῦ νοῦ, καὶ ⟨ὁ νοῦς⟩ τοῦ θεοῦ. ⟨ψυχὴ δὲ⟩ ἐντὸς μὲν αὐτὸ πληροῖ, ἐκτὸς δὲ περιλαμβάνει, ζωοποιοῦσα τὸ πᾶν, ἐκτὸς μὲν τοῦτο τὸ μέγα καὶ τέλειον ζῷον [τὸν κόσμον], ἐντὸς δὲ πάντα τὰ ζῷα, καὶ ἄνω μὲν ἐν τῷ οὐρανῷ διαμένουσα ⟨ἐν⟩ τῇ ταυτότητι, κάτω δὲ ἐπὶ τῆς γῆς ⟨ἅμα⟩ τ῀ιΗ γενέσει μεταβάλλουσα. συνέχει δὲ τοῦτο ⟨τὸ πᾶ⟩ν ὁ αἰών,—εἴτε [δι᾽] ἀνάγκην, εἴτε πρόνοιαν, εἴτε φύσιν, [καὶ] εἴ⟨τε⟩ τι ἄλλο οἴεται ἢ οἰηθήσεταί τις,—τοῦτο ἔστι [πᾶ]ν, ὁ θεὸς ἐνεργῶν. ἡ δὲ ἐνέργεια ⟨τοῦ⟩ θεοῦ δυνάμει [οὖσα] ἀνυπέρβλητος, ᾗ οὔτε τὰ ἀνθρώπεια οὔτε τὰ θεῖα παραβάλλοι ἄν τις. διό, ⟨ὦ⟩ Ἑρμῆ, μή[δεπο]τε τῶν κάτω μήτε τῶν ἄνω ὅμοιόν τι ἡγήσῃ τῷ θεῷ· ἐπεὶ τῆς ἀληθείας ἐκπεσῇ· οὐδὲν γὰρ ὅμοιον τῷ [ἀνομοίῳ καὶ] μόνῳ καὶ ἑνί. [καὶ] μηδὲ ἄλλῳ τινὶ ἡγήσῃ τῆς δυνάμεως ἐκχωρεῖν· τίς γὰρ κατ’ ἐκεῖνον; ⟨τίς ἄλλος αἴτιος⟩ [εἴτε] ζωῆς, καὶ ἀθανασίας καὶ μεταβολῆς ποιΗτήc; τί δὲ αὐτο῀Υ ἄλλο ⟨ἔργον ἢ⟩ τὸ ποιεῖΝ; οὐ γὰρ ἀργὸς ὁ θεός· ἐπεὶ πάντα ἂν ἦν ἀργά. ἅπαντα γὰρ πλήρη τοῦ θεοῦ. ἀλλ᾽ οὐδὲ ἐν τῷ κόσμῳ ἐστὶν ἀργία οὐδαμοῦ [οὐδὲ ἔν τινι ἄλλῳ]· ἀργία γὰρ ὄνομα κενόν ἐστι, καὶ τοῦ ποιοῦντος καὶ τοῦ γινομένου. πάντα δὲ δεῖ γίνεσθαι καὶ ἀεὶ καὶ καθ᾽ ἕκαστοΝ τόποΝ [ῥοπήν]. ὁ γὰρ ποιῶν ἐν πᾶσίν ἐστιν, οὐκ ἔν τινι ἱδρυμένος, οὐδὲ ἕν τι ποιῶν, ἀλλὰ πάντα, ⟨πανταχοῦ⟩ ⟨⟨ὢν ἐνεργής⟩⟩. δύναμις γὰρ [[ὢν ἐνεργὴς]] οὐκ αὐτάρκης ἐστὶ τοῖς γινομένοις, ἀλλὰ τὰ γινόμενα ὑπ᾽ αὐτῷ. ⟨⟨κατάσχες οὖν τοῦ λόγου, ὦ τρισμέγιστε Ἑρμῆ, καὶ μέμνησο τῶν λεγομένων.⟩⟩ ⟨⟨. . . ὡς δέ μοι ἐπῆλθεν εἰπεῖν οὐκ ὀκνήσω. ἐπεὶ πολλὰ πολλῶν καὶ ταῦτα διάφορα περὶ τοῦ παντὸς καὶ τοῦ θεοῦ εἰπόντων ἐγὼ τὸ ἀληθὲς οὐκ ἔμαθον, σύ μοι περὶ τούτου, δέσποτα, διασάφησον· σοὶ γὰρ ἂν καὶ μόνῳ πιστεύσαιμι τὴν περὶ τούτου φανέραωσιν— [ὁ χρόνος] Ἄκουε, ὦ τέκνον, ὡς ἔχει ὁ θεὸς καὶ τὸ πᾶν.⟩⟩