εἶτα φῂς ἀόρατος ὁ θεός ; εὐφήμησον. καὶ τίς αὐτοῦ φανερώτερος; δι᾽ αὐτὸ τοῦτο πάντα πεποίηκεν, ἵνα διὰ πάντων αὐτὸν βλέπῃς. [τοῦτο ἔστι τὸ ἀγαθὸν] [[τοῦ θεοῦ,]] τοῦτο ἡ ⟨⟨τοῦ θεοῦ⟩⟩ ἀρετή, τὸ αὐτὸν φαίνεσθαι διὰ πάντων. οὐδὲν γὰρ ⟨ἀ⟩όρατον, οὐδὲ τῶν ἀσωμάτων· ⟨ὁ⟩ νοῦς ὁρᾶται ἐν τῷ νοεῖν, ὁ θεὸς ἐν τῷ ποιεῖν.