<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="20a"><p>ἴδε ὅσην δύναμιν, ὅσον τάχος ἔχεις. εἶτα σὺ μὲν δύνασαι ταῦτα, ὁ θεὸς δὲ οὔ; τοῦτον οὖν τὸν τρόπον νόησον τὸν θεόν, ὥσπερ νοήματα, πάντα ἐν ἑαυτῷ <l n="15"/> ἔχειν, τὸν κόσμον, ἑαυτόν, ⟨τὸ⟩ ὅλον. </p></div><div type="textpart" subtype="section" n="20b"><p rend="indent">ἐὰν οὖν μὴ σεαυτὸν ἐξισάσῃς τῷ θεῷ, τὸν θεὸν νοῆσαι οὐ δύνασαι· τὸ γὰρ ὅμοιον τῷ[ν] ὁμοίῳ[ν] νοητόν. ⟨⟨παντὸς σώματος ἐκπηδήσας⟩⟩ συναύξησον σεαυτὸν τῷ ἀμετρήτῳ μεγέθει [[παντὸς σώματος ἐκπηδήσας]], καὶ πάντα χρόνον <l n="20"/> ὑπεράρας αἰών⟨ιος⟩ γενοῦ, καὶ νοήσεις τὸν θεόν. μηδὲν ἀδύνατον σεαυτῷ ὑπόστησαι· σεαυτὸν ἥγησαι ἀθάνατον, καὶ πάντα δυνάμενον νοῆσαι, πᾶσαν μὲν τέχνην, πᾶσαν δὲ ἐπιστήμην. παντὸς ζῴου ἤθΗ ⟨. . .⟩, παντὸς δὲ ὕψους ὑψηλότερος γενοῦ, καὶ παντὸς βάθους ταπεινότερος· πάσας <l n="25"/> δὲ τὰς ἀΝτιθέσεις τῶν ποι⟨οτ⟩ήτων σύλλαβε ἐν σεαυτῷ, [πυρός, ὕδατος,] ⟨θερμοῦ καὶ ψυχροῦ,⟩ ξηροῦ καὶ ὑγροῦ· καὶ ὁμοῦ πανταχῆ ⟨νόησον⟩ εἶναι, ἐν γῇ, ἐν θαλάττῃ, ἐν οὐρανῷ· μηδέπω γεγεν⟨ν⟩ῆσθαι, ἐν τῇ γαστρὶ εἶναι, νέος, γέρων, τεθνηκέναι, τὰ μετὰ τὸν θάνατον· καὶ ταῦτα πάντα <l n="30"/> ὁμοῦ νοήσας, χρόνους, τόπους, πράγματα, ποιότητας, ποσότητας, δύνασαι νοῆσαι τὸν θεόν. </p></div><div type="textpart" subtype="section" n="21a"><p>ἐὰν δὲ κατακλείσῃς σου τὴν ψυχὴν ἐν τῷ σώματι, καὶ ταπεινώσῃς ἑαυτόν, καὶ εἴπῃς <pb facs="ScottHermeticaVolOne_0225"/> <q>Οὐδὲν νοῶ, οὐδὲν δύναμαι· φοβοῦμαι Γήν ⟨καὶ⟩ θάλασσαν· εἰς τὸν οὐρανὸν ἀναβῆναι οὐ δύναμαι· οὐκ οἶδα τίς ἤμην, οὐκ οἶδα τίς ἔσομαι·</q> τί σοι καὶ τῷ θεῷ; οὐδὲν γὰρ δύνασαι τῶν καλῶν καὶ ἀγαθῶν ⟨⟨νοῆσαι⟩⟩, φιλοσώματος ὢν καὶ κακὸς [[νοῆσαι]]. </p></div><div type="textpart" subtype="section" n="21b"><p rend="indent">ἡ γὰρ τελεία κακία τὸ ἀγνοεῖν τὸ⟨ν⟩ θε[ι]όν· τὸ δὲ δύνασθαι γνῶναι, καὶ θελῆσαι, καὶ ἐλπίσαι, ὁδός ἐστιν εὐθῪ [ἰδία] τοῦ ἀγαθοῦ φέρουσα, καὶ ῥᾳδία ὁδεύοντι [[σοι]]. πανταχοῦ συναντήσει ⟨⟨σοι⟩⟩ ⟨ὁ θεός⟩, καὶ πανταχοῦ ὀφθήσεται, ὅπου καὶ ὅτε οὐ προσδοκᾷς, γρηγοροῦντι κοιμωμένῳ, πλέοντι <l n="10"/> ὁδεύοντι, νυκτὸς ἡμέρας, λαλοῦντι σιωπῶντι· οὐδὲν γάρ ἐστιν ὃ οὐκ ἔστιν [εἰκόνι] ⟨ἐκεῖνος⟩. </p></div><div type="textpart" subtype="section" n="22a"><p>εἶτα φῂς <q>ἀόρατος ὁ θεός</q>; εὐφήμησον. καὶ τίς αὐτοῦ φανερώτερος; δι᾽ αὐτὸ τοῦτο πάντα πεποίηκεν, ἵνα διὰ πάντων αὐτὸν βλέπῃς. [τοῦτο ἔστι τὸ ἀγαθὸν] [[τοῦ θεοῦ,]] τοῦτο ἡ ⟨⟨τοῦ θεοῦ⟩⟩ ἀρετή, τὸ αὐτὸν <l n="15"/> φαίνεσθαι διὰ πάντων. οὐδὲν γὰρ ⟨ἀ⟩όρατον, οὐδὲ τῶν ἀσωμάτων· ⟨ὁ⟩ νοῦς ὁρᾶται ἐν τῷ νοεῖν, ὁ θεὸς ἐν τῷ ποιεῖν. </p></div></div></body></text></TEI>