<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1a"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0209"/> [[κατάσχες οὖν τοῦ λόγου, ὦ τρισμέγιστε Ἑρμῆ, καὶ μέμνησο τῶν λεγομένων. </p></div><div type="textpart" subtype="section" n="1b"><p rend="indent">ὡς δέ μοι ἐπῆλθεν εἰπεῖν οὐκ ὀκνήσω. ἐπεὶ πολλὰ πολλῶν καὶ ταῦτα διάφορα περὶ τοῦ παντὸς καὶ τοῦ θεοῦ εἰπόντων <l n="5"/> ἐγὼ τὸ ἀληθὲς οὐκ ἔμαθον, σύ μοι περὶ τούτου, δέσποτα, διασάφησον· σοὶ γὰρ ἂν καὶ μόνῳ πιστεύσαιμι τὴν περὶ τούτου φανέρωσιν. [ὁ χρόνος.] ἄκουε, ὦ τέκνον, ὡς ἔχει ὁ θεὸς καὶ τὸ πᾶν.]] </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">⟨ὁ⟩ θεός, ὁ αἰών, ὁ κόσμος, ὁ χρόνος, ἡ γένεσις. <l n="10"/> 
                  ὁ θεὸς ⟨τὸν⟩ αἰῶνα ποιεῖ, </p><p rend="indent">ὁ αἰὼν δὲ τὸν κόσμον, </p><p rend="indent">ὁ κόσμος δὲ τὸν χρόνον, </p><p rend="indent">ὁ χρόνος δὲ τὴν γένεσιν. </p><p rend="align(left)">τοῦ δὲ θεοῦ [ὥσπερ] οὐσία ἐστὶ τὸ ἀγαθόν, [τὸ καλόν, ἡ <l n="15"/> 
                      εὐδαιμονία, ἡ σοφία,] </p><p rend="indent">τοῦ δὲ αἰῶνος, ἡ ταυτότης, </p><p rend="indent">τοῦ δὲ κόσμου, ἡ τάξις, </p><p rend="indent">τοῦ δὲ χρόνου, ἡ μεταβολή, </p><p rend="indent">τῆς δὲ γενέσεως, ἡ ζωή [καὶ ὁ θάνατος]. </p><p rend="align(left)">ἐνέργειαι δὲ τοῦ θεοῦ νοῦς καὶ ψυχή, </p><p rend="indent">τοῦ δὲ αἰῶνος, ἀθαΝαϲία καὶ ΔιαΜΟΝΉ, </p><p rend="indent">τοῦ δὲ κόσμου, ἀποκατάστασις καὶ ἀνταποκατάστασις, </p><p rend="indent">τοῦ δὲ χρόνου, αὔξησις καὶ μείωσις, </p><p rend="indent">τῆς δὲ γενέσεως, ποιότης ⟨καὶ ποσότης⟩. </p><p rend="align(left)">ὁ οὖν αἰὼν ἐν τῷ θεῷ, </p><p rend="indent">ὁ δὲ κόσμος ἐν τῷ αἰῶνι, </p><p rend="indent">ὁ δὲ χρόνος ἐν τῷ κόσμῳ, </p><p rend="indent">ἡ δὲ γένεσις ἐν τῷ χρόνῳ.</p><pb facs="ScottHermeticaVolOne_0211"/><p rend="align(left)">καὶ ὁ μὲν αἰὼν ἕστηκε περὶ τὸν θεόν, </p><p rend="indent">ὁ δὲ κόσμος κινεῖται ἐν τῷ αἰῶνι, </p><p rend="indent">ὁ δὲ χρόνος περαιοῦται ἐν τῷ κόσμῳ, </p><p rend="indent">ἡ δὲ γένεσις γίνεται ἐν τῷ χρόνῳ. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">πηγὴ μὲν οὖν πάντων ὁ θεός, [οὐσία δὲ ὁ αἰών, ὕλη δὲ ὁ <l n="5"/> κόσμος,] δύναμις δὲ τοῦ θεοῦ ὁ αἰών, ἔργον δὲ τοῦ αἰῶνος ὁ κόσμος, γενόμενος οὔποτε, καὶ ἀεὶ γινόμενος ὑπὸ τοῦ αἰῶνος. διὸ οὐδὲ φθαρήσεταί ποτε· αἰὼν γὰρ ἄφθαρτος. οὐδὲ ἀπολεῖταί τι τῶν ἐν τῷ κόσμῳ, τοῦ κόσμου ὑπὸ τοῦ αἰῶνος ἐμπεριεχομένου. [ἡ δὲ τοῦ θεοῦ [[σοφία]] ⟨οὐσία⟩ τί[ς] ἐστι; <l n="10"/> τὸ ἀγαθὸν καὶ τὸ καλόν.] [καὶ ἡ ⟨⟨σοφία⟩⟩ εὐδαιμονία καὶ [ἡ] πᾶσα ἀρετή.] </p></div><div type="textpart" subtype="section" n="4a"><p>καὶ ὁ αἰὼν κοσμεῖ [οὖν] τὴν ⟨ὕλην⟩, ἀθανασίαν καὶ διαμονὴν ἐνθεὶς τῇ ὕλῃ· [ἡ γὰρ ἐκείνης γένεσις] [[ἤρτηται ἐκ τοῦ αἰῶνος, καθάπερ καὶ ὁ αἰὼν ἐκ τοῦ θεοῦ·]] ἡ γὰρ γένεσις [καὶ ὁ χρόνος ἐν οὐρανῷ καὶ ἐν γῇ εἰσιν <l n="15"/> ὄντες] διφυΉς, ἐν μὲν οὐρανῷ ἀμεταβλήτωΝ καὶ ἀφθάρτωΝ, ἐν δὲ γῇ μεταβλητῶN καὶ φθαρτῶΝ. ⟨ὁ κόσμος οὖν⟩ ⟨⟨ἥρτηται ἐκ τοῦ αἰῶνος, καθάπερ καὶ ὁ αἰὼν ἐκ τοῦ θεοῦ·⟩⟩ καὶ τοῦ μὲν αἰῶνος ⎡ἡ ψυχὴ⎤ ὁ θεός, τοῦ δὲ κόσμου ὁ αἰών [τῆς δὲ γῆς ὁ οὐρανός]. </p></div></div></body></text></TEI>