[[κατάσχες οὖν τοῦ λόγου, ὦ τρισμέγιστε Ἑρμῆ, καὶ μέμνησο τῶν λεγομένων. ὡς δέ μοι ἐπῆλθεν εἰπεῖν οὐκ ὀκνήσω. ἐπεὶ πολλὰ πολλῶν καὶ ταῦτα διάφορα περὶ τοῦ παντὸς καὶ τοῦ θεοῦ εἰπόντων ἐγὼ τὸ ἀληθὲς οὐκ ἔμαθον, σύ μοι περὶ τούτου, δέσποτα, διασάφησον· σοὶ γὰρ ἂν καὶ μόνῳ πιστεύσαιμι τὴν περὶ τούτου φανέρωσιν. [ὁ χρόνος.] ἄκουε, ὦ τέκνον, ὡς ἔχει ὁ θεὸς καὶ τὸ πᾶν.]] ⟨ὁ⟩ θεός, ὁ αἰών, ὁ κόσμος, ὁ χρόνος, ἡ γένεσις. ὁ θεὸς ⟨τὸν⟩ αἰῶνα ποιεῖ, ὁ αἰὼν δὲ τὸν κόσμον, ὁ κόσμος δὲ τὸν χρόνον, ὁ χρόνος δὲ τὴν γένεσιν. τοῦ δὲ θεοῦ [ὥσπερ] οὐσία ἐστὶ τὸ ἀγαθόν, [τὸ καλόν, ἡ εὐδαιμονία, ἡ σοφία,] τοῦ δὲ αἰῶνος, ἡ ταυτότης, τοῦ δὲ κόσμου, ἡ τάξις, τοῦ δὲ χρόνου, ἡ μεταβολή, τῆς δὲ γενέσεως, ἡ ζωή [καὶ ὁ θάνατος]. ἐνέργειαι δὲ τοῦ θεοῦ νοῦς καὶ ψυχή, τοῦ δὲ αἰῶνος, ἀθαΝαϲία καὶ ΔιαΜΟΝΉ, τοῦ δὲ κόσμου, ἀποκατάστασις καὶ ἀνταποκατάστασις, τοῦ δὲ χρόνου, αὔξησις καὶ μείωσις, τῆς δὲ γενέσεως, ποιότης ⟨καὶ ποσότης⟩. ὁ οὖν αἰὼν ἐν τῷ θεῷ, ὁ δὲ κόσμος ἐν τῷ αἰῶνι, ὁ δὲ χρόνος ἐν τῷ κόσμῳ, ἡ δὲ γένεσις ἐν τῷ χρόνῳ. καὶ ὁ μὲν αἰὼν ἕστηκε περὶ τὸν θεόν, ὁ δὲ κόσμος κινεῖται ἐν τῷ αἰῶνι, ὁ δὲ χρόνος περαιοῦται ἐν τῷ κόσμῳ, ἡ δὲ γένεσις γίνεται ἐν τῷ χρόνῳ. πηγὴ μὲν οὖν πάντων ὁ θεός, [οὐσία δὲ ὁ αἰών, ὕλη δὲ ὁ κόσμος,] δύναμις δὲ τοῦ θεοῦ ὁ αἰών, ἔργον δὲ τοῦ αἰῶνος ὁ κόσμος, γενόμενος οὔποτε, καὶ ἀεὶ γινόμενος ὑπὸ τοῦ αἰῶνος. διὸ οὐδὲ φθαρήσεταί ποτε· αἰὼν γὰρ ἄφθαρτος. οὐδὲ ἀπολεῖταί τι τῶν ἐν τῷ κόσμῳ, τοῦ κόσμου ὑπὸ τοῦ αἰῶνος ἐμπεριεχομένου. [ἡ δὲ τοῦ θεοῦ [[σοφία]] ⟨οὐσία⟩ τί[ς] ἐστι; τὸ ἀγαθὸν καὶ τὸ καλόν.] [καὶ ἡ ⟨⟨σοφία⟩⟩ εὐδαιμονία καὶ [ἡ] πᾶσα ἀρετή.] καὶ ὁ αἰὼν κοσμεῖ [οὖν] τὴν ⟨ὕλην⟩, ἀθανασίαν καὶ διαμονὴν ἐνθεὶς τῇ ὕλῃ· [ἡ γὰρ ἐκείνης γένεσις] [[ἤρτηται ἐκ τοῦ αἰῶνος, καθάπερ καὶ ὁ αἰὼν ἐκ τοῦ θεοῦ·]] ἡ γὰρ γένεσις [καὶ ὁ χρόνος ἐν οὐρανῷ καὶ ἐν γῇ εἰσιν ὄντες] διφυΉς, ἐν μὲν οὐρανῷ ἀμεταβλήτωΝ καὶ ἀφθάρτωΝ, ἐν δὲ γῇ μεταβλητῶN καὶ φθαρτῶΝ. ⟨ὁ κόσμος οὖν⟩ ⟨⟨ἥρτηται ἐκ τοῦ αἰῶνος, καθάπερ καὶ ὁ αἰὼν ἐκ τοῦ θεοῦ·⟩⟩ καὶ τοῦ μὲν αἰῶνος ⎡ἡ ψυχὴ⎤ ὁ θεός, τοῦ δὲ κόσμου ὁ αἰών [τῆς δὲ γῆς ὁ οὐρανός].