<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="17a"><p>[καὶ πάσας διὰ τῶν σωμάτων δείκνυσι.] καὶ μὴ θαυμάσῃς εἰ ἔστι τις ἀσώματος ἰδέα· ἔστι γάρ· ὥσπερ [ἡ τοῦ λόγου] καὶ ἐν ταῖς γραφαῖς ἀκρώρειαι ὁρῶνται μὲν <l n="20"/> [γὰρ] πάνυ ἐξέχουσαι, λεῖαι δὲ τῇ φύσει καὶ ὁμαλαί εἰσι παντελῶς. </p></div><div type="textpart" subtype="section" n="17b"><p rend="indent">ἐννοήσαϲ δὲ τὸ λεγόμενον τολμηρότερον, ἀληθέστερον [δὲ] ⟨⟨νοήσειϲ τὸν περιέχοντα τὰ πάντα⟩⟩. </p></div><div type="textpart" subtype="section" n="17c"><p>[[ὥσπερ γὰρ ὁ ἄνθρωπος χωρὶς ζωῆς οὐ δύναται ζῆν, οὕτως οὐδὲ ὁ θεὸς δύναται μὴ <l n="25"/> ποιῶν τὸ ἀγαθόν. τοῦτο γὰρ ὥσπερ ζωὴ καὶ ὥσπερ κίνησίς ἐστι τοῦ θεοῦ, κινεῖν τὰ πάντα καὶ ζωοποιεῖν.]] </p></div><div type="textpart" subtype="section" n="18"><p>ἔνια δὲ τῶν λεγομένων ἰδίαν ἔννοιαν ἔχειν ὀφείλει, οἷον ὃ λέγω ⟨νῦν⟩ [νόησον]. πάντα ⟨γάρ⟩ ἐστιν ἐν τῷ θεῷ, οὐχ ὡς ἐν τόπῳ κείμενα· ὁ μὲν γὰρ τόπος [καὶ] σῶμά ἐστι, καὶ ⟨πᾶν⟩ σῶμα <l n="30"/> ⟨κινητόν· τὸ δὲ ἀσώματον⟩ ἀκίνητον, καὶ τὰ ⟨ἐν αὐτῷ⟩ κείμενα κίνησιν οὐκ ἔχει· κεῖται γὰρ ἄλλως ἐν ἀσωμάτῳ [φαντασίᾳ]. [[νόησον τὸν περιέχοντα τὰ πάντα.]] καὶ [νόησον ὅτι] τοῦ ἀσωμάτου οὐδέν ἐστι περιοριστικόν, [οὐδὲ ταχύτερον, οὐδὲ δυνατώτερον,] αὐτὸ δὲ πάντων ⟨περιοριστικόν⟩, <l n="35"/> <pb facs="ScottHermeticaVolOne_0223"/> [καὶ ἀπεριόριστον καὶ] ταχύτατον ⟨ὂν⟩ καὶ δυνατώτατον. </p></div><div type="textpart" subtype="section" n="19"><p>καὶ ⟨τ⟩οῦτο νόησον ἀπὸ σεαυτοῦ. [καὶ] κέλευσόν σου τῇ ψυχῇ εἰς ἣν δῊ καὶ ⟨βούλει γῆν⟩ πορευθῆναι, καὶ ταχύτερόν σου τῆς κελεύσεως ἐκεῖ ἔσται. μετελθεῖν δὲ αὐτῇ κέλευσον ἐπὶ τὸν ὠκεανόν, καὶ οὕτως ἐκεῖ πάλιν ταχέως ἔσται, οὐχ ὡς μεταβᾶσα <l n="5"/> ἀπὸ τόπου εἰς τόπον, ἀλλ᾽ ὡς ἐκεῖ οὖσα. κέλευσον δὲ αὐτῇ καὶ εἰς τὸν οὐρανὸν ἀναπτῆναι, καὶ οὐδὲ πτερῶν δεηθήσεται· ἀλλ᾽ οὐδὲ αὐτῇ οὐδὲν ἐμπόδιον, οὐ τὸ τοῦ ἡλίου πῦρ, [οὐχ ὁ αἰθήρ,] οὐχ ἡ ⟨τῶν ἀστέρων⟩ δίνη [οὐχὶ τὰ τῶν ἄλλων ἀστέρων σώματα]· πάντα δὲ διατεμοῦσα ἀναπτήσεται μέχρι <l n="10"/> τοῦ ἐσχάτου σώματος. εἰ δὲ βουληθείης καὶ αὐτὸ ⟨τὸ⟩ ὅλον διαρρήξασθαι, καὶ τὰ ἐκτός, εἴ γέ τι ἐκτὸς τοῦ κόσμου, θεάσασθαι, ἔξεστί σοι. </p></div></div></body></text></TEI>