[ζωὴ δέ ἐστιν ἕνωσις [νοῦ] ⟨σώματος⟩ καὶ ψυχῆς. θάνατος δὴ οὐκ ἀπώλεια τῶν συναχθέντων, διάλυσις δὲ τῆς ἑνώσεώς ἐστι.] [τοίνυν εἰκὼν τοῦ θεοῦ ὁ αἰών, τοῦ δὲ αἰῶνος ὁ κόσμος, τοῦ δὲ κόσμου ὁ ἥλιος, τοῦ δὲ ἡλίου ὁ ἄνθρωπος.] ⟨. . .⟩ τὴν δὲ μεταβολὴν θάνατόν φασιν εἶναι, διὰ τὸ τὸ μὲν σῶμα διαλύεσθαι, τὴν δὲ ζωὴν εἰς τὸ ἀφανὲς χωρεῖν [τὰ διαλυόμενα]. τούτῳ τῷ λόγῳ, φίλτατέ μοι Ἑρμῆ, καὶ τὸι κόσμον [δεισιδαίμων ὡς] ⟨δι᾽ αἰῶνός⟩ [ἀκούεις] φημι μεταβάλλεσθαι, διὰ τὸ γίνεσθαι μέρος ⟨τι τῆς ζωῆς⟩ αὐτοῦ καθ᾽ ἐκάστην ἡμέραν ἐν τῷ ἀφανεῖ, μηδέποτε ⟨δὲ⟩ διαλύεσθαι. καὶ ταῦτά ἐστι τὰ τοῦ κόσμου πάθη, ⎡δινήσεις τε καὶ κρύψεις· καὶ ἡ μὲν δίνησις στροφή, ἡ δὲ κρύψις ἀνανέωσις⎤· ⟨. . .⟩ παντόμορφος δέ ἐστιν, οὐ τὰς μορφὰς ἐγκειμένας ἔχων ἐν ἑαυτῷ, [[δὲ]] αὐτὸς ⟨⟨δὲ⟩⟩ μεταβάλλων. ἐπεὶ οὖν ὁ κόσμος παντόμορφος γέγονεν, ὁ ποιήσας τί ἂν εἴη; ἄμορφος μὲν γὰρ μὴ γένοιτο· εἰ δὲ καὶ αὐτὸς παντόμορφος, ὅμοιος ἔσται τῷ κόσμῳ. ἀλλὰ μίαν ἔχων μορφήν, κατὰ τοῦτο ἐλάττων ἔσται τοῦ κόσμου. τί οὖν φῶμεν αὐτὸν εἶναι; μὴ εἰς ἀπορίαν τὸν λόγον περιστήσωμεν· οὐδὲν γὰρ ἄπορον περὶ τοῦ θεοῦ νοουμένοιϲ. μίαν οὖν ἔχει ἰδέαν, [εἴ τις ἔστιν αὐτοῦ ἰδέα,] ἥτις ταῖς ὄψεσιν οὐχ ὑποσταίη· ἀσώματος ⟨γάρ⟩.