<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="13a"><p>εἰ γὰρ ἀποδέδεικται μηδὲν ⟨ποιῶν ἄνθρωπος οὐ⟩ δυνάμενοϲ εἶναι, πόσῳ μᾶλλον <l n="5"/> ὁ θεός; εἰ γάρ τι ἐστὶν ὃ μὴ ποιεῖ, καὶ ⟨ὁ θεός⟩, ὃ μὴ θέμις εἰπεῖν, ἀτελής ἐστιν· εἰ δὲ μή τι ἀργός ἐστι, τέλειος. ⟨ὁ θεὸς⟩ [δὲ] ἄρα πάντα ποιεῖ. </p></div><div type="textpart" subtype="section" n="13b"><p rend="indent">πρὸς ὀλίγον δ᾽ ἄν μοι σεαυτὸν ἐπίδῳς, ὦ Ἑρμῆ, ῥᾴδιον νοῆσαι τὸ τοῦ θεοῦ ἔργον ἓν ὄν, ἵνα πάντα γίνηται [τὰ γινόμενα, <l n="10"/> ἢ τὰ ἅπαξ γεγονότα, ἢ τὰ μέλλοντα γίνεσθαι]· [[ἔστι δὲ τοῦτο, ὦ φίλτατε, ζωή·]] [τοῦτο δέ ἐστι τὸ καλόν,] τοῦτο δέ ἐστι τὸ ἀγαθόν. [τοῦτο ἔστιν ὁ θεός.] </p></div><div type="textpart" subtype="section" n="17cx"><p>⟨⟨ὥσπερ γὰρ ὁ ἄνθρωπος χωρὶς [ζωῆς] ⟨πνοῆς⟩ οὐ δύναται ζῆν, οὕτως οὐδὲ ὁ θεὸς δύναται ⟨εἶναι⟩ μὴ ποιῶν τὸ ἀγαθόν· ⟨⟨ἔστι δὲ τοῦτο, <l n="15"/> ὦ φίλτατε, ζωή.⟩⟩ τοῦτο γὰρ ὥσπερ [ζωὴ καὶ ὥσπερ κίνησις] ⟨οὐσία⟩ ἐστὶ τοῦ θεοῦ, ⟨τὸ⟩ κινεῖν τὰ πάντα καὶ ζωοποιεῖν.⟩⟩ </p></div><div type="textpart" subtype="section" n="14a"><p>εἰ δὲ καὶ ἔργῳ αὐτὸ θέλεις νοῆσαι, ἴδε τί σοὶ ἐγγίνεται θέλοντι γεννῆσαι. ἀλλ᾽ οὐκ ἐκείνῳ τοῦτο ὅμοιον· ἐκεῖνος ⟨γ⟩ὰρ [α] οὐχ ἥδεται· οὐδὲ γὰρ ἄλλο ἔχει συνεργόν. αὐτουργὸς <l n="20"/> [γ] ἄρ⟨α⟩ ὤν, ἀεί ἐστιν ἐν τῷ ἔργῳ, αὐτὸς ὢν ὃ ποιεῖ. εἰ γὰρ χωρισθείη αὐτοῦ, πάντα μὲν συμπεσεῖσθαι, πάντα δὲ τεθνήξεσθαι ἀνάγκη, ὡς μὴ οὔσης ζωῆς. εἰ δὲ πάντα ζῷα, [μία δὲ καὶ ἡ ζωή,] ⟨. . .⟩. </p></div><div type="textpart" subtype="section" n="14b"><p rend="indent">[[εἷς ἄρα καὶ ὁ θεός. καὶ πάλιν, εἰ πάντα ζῷά ἐστι, καὶ <l n="25"/> τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, μία δὲ κατὰ πάντων ζωὴ ὑπὸ τοῦ θεοῦ γίνεται, καὶ αὕτη ἐστὶ θεός, ὑπὸ τοῦ θεοῦ ἄρα γίνεται πάντα.]] </p></div></div></body></text></TEI>